67
οὓς μάλιστα παρεῖναι καὶ συνεύχεσθαι δίκαιον ἦν. 231.2 Καίτοι καὶ ὑπεσχόμην, τὸ γὰρ ἐλπίζειν ὑπῆν τῷ ποθεῖν· ἱκανὸν δὲ εἰς ἀπάτην τὸ βούλεσθαι. Καὶ πολλάκις μὲν ὁρμήσας, πολλάκις δὲ κατοκνήσας, τέλος ἡττήθην τῆς ἀρρωστίας. 231.3 Ἄλλοι μὲν οὖν καλείτωσαν ἔρωτας, -ἐπειδὴ γαμικὸν καὶ τὸ παίζειν, -καὶ παρθένου κάλλος γραφέτωσαν καὶ νυμφίου χάριν ἀντεγειρέτωσαν καὶ βαλλέτωσαν λόγοις μετὰ τῶν ἀνθέων τὰς παστάδας. 231.4 Ἐγὼ δὲ ὑμῖν προσᾴσω τὸν ἐμὸν ἐπιθαλάμιον· 20Εὐλο γήσαι Κύριος ὑμᾶς ἐκ Σιών20, καὶ αὐτὸς ἁρμόσαι τὴν συζυγίαν, καὶ 20ἴδοις υἱοὺς τῶν υἱέων20, οὐ πολὺ δ' εἰπεῖν ὅτι καὶ κρείσσονας. 231.5 Τοῦτο καὶ παρὼν ἐπηυξάμην ἂν ὑμῖν καὶ νῦν ἐπεύχομαι. Τἄλλα δὲ ὑμῖν μελέτω καὶ στεφανούτω πατήρ, ὡς εὔξατο. Τοῦτο γὰρ καὶ εἴ που γάμοις παραγεγόναμεν, ἐτυπώσαμεν· ἐκείνων μὲν εἶναι τοὺς στεφάνους, ἡμῶν δὲ τὰς εὐχάς, ἃς οἶδα μὴ τόποις ὁριζομένας. 232.Τ ∆ΙΟΚΛΕΙ 232.1 Οὔτε κεκλήμεθα πρὸς τοὺς γάμους τῆς θυγατρὸς ἡμῶν, καὶ πάρεσμεν καὶ συνεορτάζοντες καὶ συμπροθυ μούμενοι καὶ ἐπευχόμενοι πᾶν ὑμῖν ὃ κάλλιστον. 232.2 Ἓν δὲ τῶν καλῶν, παρεῖναι Χριστὸν τοῖς γάμοις (οὗ δὲ Χριστός, εὐκοσμία), καὶ τὸ γενέσθαι οἶνον τὸ ὕδωρ (τὸ δέ ἐστι πάντα μεταποιεῖσθαι πρὸς τὸ βέλτιον), οὕτως, ὡς μὴ τὰ ἄμικτα μίγνυσθαι, μηδὲ εἰς ταὐτὸν ἄγειν ἐπισκόπους καὶ γελωτοποιούς, εὐχὰς καὶ κρότους, ψαλμῳδίας καὶ συναυλίας. 232.3 ∆εῖ γάρ, ὥσπερ τἄλλα πάντα, οὕτω καὶ τοὺς γάμους Χριστιανῶν ἔχειν τὸ εὔκοσμον· κόσμος δέ, ἡ σεμνότης. Ταῦτα δωροφοροῦμεν τῷ γάμῳ· σὺ δ' ἡμῖν ἀντιδοίης τὴν εὐπείθειαν. Τὸν δὲ γαμβρόν, εἰ μὲν ἕπεται τούτοις, ἔχεις υἱόν· εἰ δὲ μή, στρατιώτην. 233.Τ ΑΒΛΑΒΙΩΙ 233.1 Πυνθάνομαί σε σοφιστικῆς ἐρᾶν, καὶ τὸ σχῆμα εἶναι θαυμάσιον, οἷον σοβαρὸν φθέγγεσθαι, μέγα βλέπειν, βαδίζειν ὑψηλὸν καὶ μετέωρον, τὸ λῆμά σοι φέρειν ἐκεῖσε εἰς Μαραθῶνα καὶ Σαλαμῖνα, ταῦτα δὴ τὰ ὑμέτερα καλλωπίσματα, καὶ μηδὲν ἐννοεῖν ὅτι μὴ Μιλτιάδας καὶ Κυναιγείρους, Καλλιμάχους τε καὶ Λαμάχους, καὶ πάντα ἐσκευάσθαι σοφιστικῶς καὶ ὅτι ἐγγύτατα τῆς ἐγχειρήσεως. 233.2 Εἰ μὲν οὖν μετὰ τούτου καὶ ἀρετῆς ποιῇ τινα λόγον, ἡμέτερος εἶ καὶ καθ' ὁδόν σοι προΐοι τὰ τῆς εὐδοκιμήσεως· εἰ δὲ τὸ ὅλον εἶ σοφιστὴς καὶ τῆς ἡμετέρας ἐπιλανθάνῃ φιλίας, ὧν τε πρὸς ἀλλήλους πολλάκις περὶ τοῦ καλοῦ διελέχθημεν, ἄλλο μὲν οὐδὲν ἐρῶ δυσχερές, ἐκεῖνο δὲ εἰπεῖν ἴσως μέτριον· 233.3 ἴσθι βραχέα μὲν παίζων ἐν τοῖς μειρακίοις, πλεῖστα ὑπὸ σεαυτοῦ παισθησόμενος, ἡνίκα ἂν ἔλθῃ σοι τὸ φρονεῖν, - ἀλλ' εἰς ὕστερον. 234.Τ ΟΛΥΜΠΙΑΝΩΙ 234.1 Τὸ πυκτίον ὅπερ εἴληφας παρ' ἡμῶν, τὰς Ἀριστο τέλους Ἐπιστολάς, ἠδυνάμην μὲν μὴ ἀνακομίσασθαι, ἀλλὰ παρὰ σοὶ μένειν ἐᾶσαι, λογίῳ τε δῶρον οἰκεῖον καὶ φιλίας ὑπόμνημα δεξιόν. 234.2 Ὡς ἂν δὲ μὴ γραφὴν ἀπενέγκῃς καθ' ἡμῶν τῆς εἰς ἀρχὴν παρανομίας καὶ ὕβρεως, ὡς καὶ ῥήτωρ δεινότατος καὶ δικαστὴς ἄριστος, ὅτι διαφθείρειν ἐπιχειροῦμεν δικαστὴν οὕτως ἀνάλωτον καὶ παντὸς ὑψηλότερον λήμματος, ἡκέτω πάλιν ὃ δεδώκαμεν. 234.3 Μισθὸν δὲ ἐπιζητοῦμεν παρὰ τῆς σῆς λογιότητος ἄλλο μὲν οὐδὲν (τί γὰρ ἂν καὶ δοίης ἡμῖν τὸ μηδὲν ἔχειν φιλο σοφοῦσιν;), αὐτὸ δὲ τὸ ἐπιστέλλειν, ἵνα σοι καὶ πρὸς λόγον ᾖ τὸ τῆς ἀντιδόσεως, τὴν ἐπὶ ταῖς Ἐπιστολαῖς χάριν δι' ἐπιστολῶν διαλύοντι. 235.Τ Α∆ΑΜΑΝΤΙΩΙ 235.1 Αἰτεῖς πυκτία παρ' ἡμῶν εἰς ῥητορικὴν ἀνηβάσκων, ἣν ἡμεῖς κατελύσαμεν, ἐκ Θεοῦ καὶ διὰ Θεὸν ἄνω νεύσαντες, ἐπειδὴ ἐχρῆν ποτε παύσασθαι καὶ παίζοντας ἡμᾶς καὶ τὰ μειρακίων ψελλιζομένους, καὶ πρὸς τὴν ἀληθινὴν ἀνακύψαι παίδευσιν, καὶ δοῦναι τῷ Λόγῳ τοὺς λόγους μετὰ τῶν ἄλλων ἅ ποτε εἴχομεν. 235.2 Κάλλιον μὲν εἰ θεϊκὰς ᾔτεις βίβλους, ἀλλὰ μὴ ταύτας· ἐπεὶ καὶ λυσιτελεστέρας σοι καὶ οἰκειοτέρας ἐκείνας οἴδαμεν. 235.3 Ἐπειδὴ δὲ τὰ χείρω νικᾷ καὶ μεταπείθειν οὐκ ἔστιν, ἰδού σοι καὶ τὰ πυκτία παρ' ἡμῶν ἅπερ αἰτεῖς, ὅσα τοὺς σῆτας διέφυγε καὶ τὸν καπνὸν ὑπὲρ οὗ κατέκειτο, καθάπερ τοῖς ναυτικοῖς τὰ πηδάλια μετὰ τὸν πλοῦν καὶ τὴν ὥραν. 235.4 Σὺ δέ μοι προεισένεγκε τῆς σοφιστικῆς