67
ὑμῖν καὶ ἑτέρους εἰσάξω νόμους, μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' ὁ Χριστός. Φυτεύσατε ἐν τῇ ψυχῇ τῇ ὑμετέρᾳ τοῦτο τὸ καλὸν, καὶ κατὰ μικρὸν ἔσεσθε παράδεισος τοῦ Θεοῦ, πολλῷ βελτίων ἐκείνου τοῦ παραδείσου. Οὔτε γὰρ ὄφις παρ' ἡμῖν, οὔτε δένδρον θανατηφόρον, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Πήξατε ἐν βάθει ταύτην τὴν συνήθειαν. Ἂν τοῦτο γένηται, οὐχ ὑμεῖς οἱ παρόντες ὠφεληθήσεσθε μόνον, ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ οἰκουμένῃ· καὶ οὐκ ἐκεῖνοι μόνον, ἀλλὰ καὶ οἱ μετὰ ταῦτα ἐπιγινόμενοι. Ἔθος γὰρ καλὸν εἰσελθὸν, καὶ παρὰ πάντων φυλαττόμενον, εἰς μακροὺς διαδοθήσεται χρόνους, καὶ οὐδεὶς αὐτὸ καιρὸς ἐκκόψαι δυνήσεται. Εἰ ξύλα τις συλλέγων ἐν σαββάτῳ λιθόλευστος γέγονεν· ὁ τὰ πολλῷ τῆς συλλογῆς ἐκείνης χαλεπώτερα ἐργαζόμενος, καὶ φορτίον ἁμαρτιῶν συλλέγων (τοῦτο γὰρ τῶν ὅρκων τὸ πλῆθος), τί οὐχ ὑποστήσεται; τί δὲ οὐχ ὑπομενεῖ; Πολλὴν λήψεσθε παρὰ τοῦ Θεοῦ τὴν βοήθειαν, ἐὰν τοῦτο ὑμῖν κατωρθωμένον ᾖ. Ἂν εἴπω, Μὴ ὑβρίσῃς, εὐθέως τὸν θυμόν μοι φέρεις εἰς μέσον· ἂν εἴπω, Μὴ βασκήνῃς, ἄλλην αἰτίαν ἐρεῖς. Ἐνταῦθα οὐδὲν τοιοῦτον ἔχεις εἰπεῖν. ∆ιὰ τοῦτο ἀπὸ τῶν εὐκόλων ἠρξάμην, ἐπεὶ καὶ ἐν ταῖς τέχναις ἁπάσαις τὸ αὐτὸ ποιοῦσιν. Οὕτω τις καὶ ἐπὶ τὰ μείζονα ἔρχεται, τὰ εὐκολώτερα πολλῷ πρῶτον μανθάνων. Εἴσεσθε, πῶς ἔστιν εὔκολον τοῦτο, ὅταν τῇ τοῦ Θεοῦ χάριτι κατορθώσαντες, καὶ ἕτερον δέξησθε νόμον. ∆ότε μοι παῤῥησίαν, καὶ ἐπὶ Ἑλλήνων, καὶ ἐπὶ Ἰουδαίων, καὶ πρὸ πάντων ἐπὶ τοῦ Θεοῦ. Ναὶ παρακαλῶ πρὸς τῆς ἀγάπης, πρὸς τῆς ὠδῖνος, δι' ἧς ὑμᾶς ὤδινα, Τεκνία μου. Τὸ δὲ ἑξῆς οὐκ ἐπάξω τὸ, Οὓς πάλιν ὠδίνω· οὐδὲ ἐρῶ τὸ, Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Πιστεύω γὰρ, ὅτι μεμόρφωται Χριστὸς ἐν ὑμῖν. Ἀλλ' ἕτερα πρὸς ὑμᾶς ἐρῶ· Ἀδελφοί μου ἀγαπητοὶ καὶ 60.99 ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου. Πιστεύσατε γάρ μοι, ὅτι οὐκ ἄλλως ἐρῶ. Εἰ μυρίους τις λιθοκολλήτους στεφάνους βασιλικοὺς ἐπέθηκέ μου τῇ κεφαλῇ νῦν, οὐκ ἂν εὐφράνθην ὡς εὐφραίνομαι ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ· μᾶλλον δὲ, οὐδὲ τὸν βασιλέα οὕτως οἶμαι χαίρειν, ὡς ἐγὼ ἐφ' ὑμῖν. Τί λέγω; Εἰ πάντα τὰ ἔθνη τὰ πολεμοῦντα αὐτῷ νικήσας ἐπανῆλθε, καὶ τοῦ νενομισμένου στεφάνου πλείους ἑτέρους ἔλαβε στεφάνους, καὶ ἕτερα διαδήματα σύμβολα τῆς νίκης, οὐκ ἂν αὐτὸν οὕτως οἶμαι χαίρειν ἐπὶ τοῖς τροπαίοις, ὡς ἐγὼ ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ μυρίους στεφάνους ἐπὶ τῆς κεφαλῆς ἔχων, οὕτως ἀγάλλομαι· καὶ εἰκότως. Ἂν γὰρ τῇ τοῦ Θεοῦ χάριτι τοῦτο ὑμῖν κατορθωθῇ τὸ ἔθος, μυρίους νενικήκατε πολέμους, καὶ πολλῷ χαλεπωτέρους ἐκείνου· πρὸς δαίμονας πονηροὺς, πρὸς ἀλάστορας παλαίσαντες καὶ μαχεσάμενοι, οὐ διὰ μαχαίρας, ἀλλὰ διὰ γλώττης καὶ προαιρέσεως. Ὅρα γὰρ, ὅσα κατορθοῦται, ἐὰν ἄρα καὶ κατορθώσητε. Πρῶτον, ὅτι συνή 60.100 θειαν χαλεπὴν ἐκκόπτετε· δεύτερον, λογισμὸν πονηρὸν, καὶ ὅθεν πάντα τὰ κακὰ, τῷ νομίζειν ἀδιάφορον εἶναι τὸ πρᾶγμα καὶ μηδὲν βλάπτειν· τρίτον, τὸν θυμόν· τέταρτον, τὴν φιλοχρηματίαν· πάντα γὰρ ταῦτα ὁ ὅρκος τίκτει. Ἀλλὰ ἀπὸ τούτου καὶ εἰς τὰ ἄλλα κατορθώματα λήψεσθε πολλὴν ἀφορμήν. Καθάπερ γὰρ οἱ τὰ στοιχεῖα μανθάνοντες τῶν παίδων, οὐκ ἐκεῖνα μόνα μανθάνουσιν, ἀλλ' ἐν ἐκείνοις παιδεύονται κατὰ μικρὸν ἀναγινώσκειν· οὕτω δὴ καὶ ὑμεῖς· οὐκ ἔτι λοιπὸν ὑμᾶς ὁ πονηρὸς λογισμὸς ἀπατήσει, οὐδὲ ἐρεῖτε, ὅτι Ἀδιάφορόν ἐστι τόδε, οὐκ ἔτι τῇ συνηθείᾳ φθέγξεσθε, ἀλλὰ πρὸς ἅπαντα στήσεσθε γενναίως, ἵνα διὰ πάντων τὴν κατὰ Θεὸν ἀρετὴν διανύσαντες, τῶν αἰωνίων ἀπολαύσητε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.99.20 ΟΜΙΛΙΑ ΙΒʹ. Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀπο στόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρα κλήσεως), Λευίτης,