1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

69

∆ιὰ τοῦτο καὶ ἄλλος τίς φησι, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Ὥστε οὐ τοῦτό ἐστι τὸ ζητούμενον, τὸ κατηγορεῖν ἑαυτοῦ, ἀλλὰ τὸ πρῶτον ἑαυτοῦ κατηγορεῖν, καὶ τὸ μὴ ἀναμένειν τοὺς παρ' ἑτέρων ἐλέγχους. Ὁ γοῦν Πέτρος μετὰ τὴν ἄρνησιν ἐκείνην τὴν χαλεπὴν, ἐπειδὴ ταχέως ἑαυτὸν ἀνέμνησε τῆς ἁμαρτίας, καὶ μηδενὸς κατηγοροῦντος ἔλεγε τὴν πλημμέλειαν, καὶ ἔκλαυσε πικρῶς, οὕτως ἀπενίψατο τὴν ἄρνησιν ἐκείνην, ὡς καὶ πρῶτος γενέσθαι τῶν ἀποστόλων, καὶ τὴν οἰκουμένην ἐγχειρισθῆναι ἅπασαν. Ἀλλ' ὅπερ ἔλεγον δεῖ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν ἱκανῶς ἡμῖν ἐντεῦθεν ἀπέδειξεν ὁ λόγος, ὅτι πιπτόντων οὐ χρὴ τῶν ἀδελφῶν ἀμελεῖν, οὐδὲ καταφρονεῖν, ἀλλ' ἀσφαλίζεσθαι μὲν αὐτοὺς πρὸ τῆς ἁμαρτίας, πολλὴν δὲ καὶ μετὰ τὴν ἁμαρτίαν περὶ αὐτοὺς ἐπιδείκνυσθαι ἐπιμέλειαν. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· λέγουσι μὲν γὰρ καὶ ὑγιαίνουσι τοῖς ἀνθρώποις ἃ δύναται διατηρῆσαι τὴν ὑγίειαν αὐτοῖς, καὶ πᾶσαν ἀποκρούσασθαι νόσον· ἀμελήσαντας δὲ τῶν ἐπιταγμάτων, καὶ ἀῤῥωστίᾳ περιπεσόντας οὐ παρορῶσιν, ἀλλὰ καὶ πολλὴν μάλιστα τότε ἐπιδείκνυνται πρόνοιαν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῶν νοσημάτων. Οὕτω καὶ ὁ Παῦλος ἐποίησε· τὸν γοῦν πεπορνευκότα μετὰ τὴν ἁμαρτίαν ἐκείνην, μετὰ τὴν παρανομίαν τὴν χαλεπὴν, τὴν οὐδὲ ἐν τοῖς ἔθνεσιν εὑρισκομένην, οὐ παρεῖδεν, ἀλλὰ καὶ ἀφηνιῶντα, καὶ μὴ βουλόμενον δέξασθαι τὴν ἰατρείαν, καὶ σκιρτῶντα καὶ ἀποπηδῶντα, ἐπανήγαγεν ἐπὶ τὴν θεραπείαν, καὶ οὕτως ἐπανήγαγεν, ὥστε ἑνῶσαι τῷ σώματι τῆς Ἐκκλησίας πάλιν. Καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί δὲ τὸ πλέον; τί δὲ τὸ ὄφελος; ἐπόρνευσε, τὴν ἁμαρτίαν εἰργάσατο, οὐδὲ ἀποστῆναι βούλεται τῆς ἀσελγείας, ἀλλὰ καὶ πεφυσίωται, καὶ μέγα φρονεῖ, καὶ ἀνίατον τὸ ἕλκος ἐργάζεται· ἀφῶμεν τοίνυν αὐτὸν, καὶ ἐγκαταλείψωμεν. Οὐδὲν τούτων εἶπεν· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα πολλῇ τότε ἐχρήσατο τῇ προνοίᾳ, ἐπειδὴ πρὸς ἄφατον αὐτὸν εἶδε κακίαν ἐξολισθήσαντα, καὶ οὐκ ἀπέστη φοβῶν, ἀπειλῶν, κολάζων, καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων πολλῶν πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως ἂν αὐτὸν εἰς ἐπίγνωσιν ἤνεγκε τῆς ἁμαρτίας, εἰς αἴσθησιν τῆς παρανομίας, καὶ τέλεον αὐτὸν ἀπήλλαξε τῆς κηλῖδος ἁπάσης. Τοῦτο 48.932 δὴ καὶ σὺ ποίησον· μίμησαι τὸν Σαμαρείτην ἐκεῖνον, τὸν ἐν τῷ Εὐαγγελίῳ τοσαύτην περὶ τὸν τραυματίαν ἐκεῖνον ἐπιδειξάμενον πρόνοιαν. Καὶ γὰρ ἐκεῖ παρῆλθε Λευΐτης, παρῆλθε καὶ Φαρισαῖος, καὶ οὐδέτερος ἐπεκάμφθη πρὸς τὸν κείμενον, ἀλλ' ἀνηλεῶς καὶ ὠμῶς ἀφέντες αὐτὸν, ἀπῆλθον. Σαμαρείτης δέ τις, οὐδὲν αὐτῷ προσήκων οὐδαμόθεν, οὐ παρέδραμεν, ἀλλ' ἐπιστὰς κατηλέησε, καὶ ἐπέσταξεν ἔλαιον καὶ οἶνον· ἐπέθηκεν ἐπὶ τὸν ὄνον, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἀργύριον τὸ μὲν ἔδωκε, τὸ δὲ ὑπέσχετο ὑπὲρ τῆς τοῦ μηδὲν αὐτῷ προσήκοντος θεραπείας. Καὶ οὐκ εἶπε πρὸς ἑαυτὸν, Τί δέ μοι μέλει περὶ τούτου; Σαμαρείτης εἰμὶ, οὐδὲν κοινὸν ἔχω πρὸς αὐτόν· πόῤῥω τῆς πόλεώς ἐσμεν, οὐδὲ βαδίσαι δύναται. Τί δὲ, ἐὰν μὴ πρὸς τὸ μῆκος ἀρκέσῃ τῆς ὁδοιπορίας, μέλλω νεκρὸν ἐπιφέρεσθαι, μέλλω σφαγῆς ἁλίσκεσθαι, μέλλω τοῦ φόνου ὑπεύθυνος εἶναι; Καὶ γὰρ πολλοὶ πολλάκις παριόντες καὶ ὁρῶντες ἀνθρώπους πεπληγότας καὶ σπαίροντας, διὰ τοῦτο παρατρέχουσιν, οὐκ ὀκνοῦντες ἀνελέσθαι, οὐδὲ χρημάτων φειδόμενοι, ἀλλὰ δεδοικότες, μὴ καὶ αὐτοὶ εἰς δικαστήριον ἑλκυσθῶσιν, ὡς τῆς σφαγῆς ὑπεύθυνοι. Ἀλλ' ἐκεῖνος οὐδὲν τούτων ἔδεισεν ὁ ἥμερος καὶ φιλάνθρωπος, ἀλλὰ ταῦτα πάντα ὑπεριδὼν ἐπέθηκεν ἐπὶ τὸν ὄνον, καὶ εἰς πανδοχεῖον ἤγαγεν· οὐδὲν τούτων ὑπείδετο, οὐ κίνδυνον, οὐ χρημάτων δαπάνην, οὐκ ἄλλο οὐδέν. Εἰ δὲ ὁ Σαμαρείτης οὕτω φιλάνθρωπος καὶ ἥμερος γέγονε περὶ ἄνθρωπον ἄγνωστον, τίνα ἂν ἔχοιμεν συγγνώμην ἡμεῖς, τῶν ἀδελφῶν τῶν οἰκείων ἀμελοῦντες ἐπὶ μείζοσι κακοῖς; Καὶ γὰρ καὶ οὗτοι οἱ νῦν νηστεύσαντες λῃσταῖς περιέπεσον τοῖς Ἰουδαίοις, μᾶλλον δὲ λῃστῶν ἁπάντων χαλεπωτέροις, καὶ μείζονα τοὺς εἰς αὐτοὺς ἐμπίπτοντας ἐργαζομένοις κακά. Οὐ γὰρ τὰ ἱμάτια αὐτῶν περιέῤῥηξαν, οὐδὲ τῷ σώματι πληγὰς ἐπήγαγον, καθάπερ ἐκεῖνοι τότε, ἀλλὰ τὴν