69
φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. Σὺ δέ μοι σκόπει, πῶς αὐτοῖς ὁ βίος ὑφαίνεται πᾶς διὰ τῶν ἐναντίων. Οἷον, ἀθυμία πρώτη γέγονε διὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, εἶτα εὐθυμία διὰ τὴν 60.101 τοῦ Πνεύματος κάθοδον· πάλιν ἀθυμία διὰ τοὺς χλευάζοντας, εἶτα εὐθυμία διὰ τοὺς πιστοὺς καὶ τὸ σημεῖον· πάλιν ἀθυμία διὰ τὸ κατασχεθῆναι, εἶτα εὐθυμία διὰ τῆς ἀπολογίας. Πάλιν ἐνταῦθα καὶ εὐθυμία καὶ ἀθυμία. Ὅτι μὲν γὰρ ἦσαν λαμπροὶ, καὶ ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν, εὐθυμία· ὅτι δὲ τοὺς αὐτῶν ἀνῄρουν, ἀθυμία. Πάλιν εὐθυμία ἀπὸ τῆς λαμπρότητος· πάλιν ἀθυμία ἀπὸ τοῦ ἀρχιερέως. Καὶ διόλου τοῦτο σκοπουμένοις ἰδεῖν δυνατόν· καὶ ἐπὶ τῶν παλαιῶν δὲ οὕτως εὕροι τις ἄν. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἐπώλουν, φησὶ, καὶ ἔφερον τὰς τιμὰς, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ὅρα μοι, ἀγαπητὲ, πῶς οὐ τοῖς ἀποστόλοις ἐπέτρεπον πωλεῖν, ἀλλ' αὐτοὶ ἐπώλουν, καὶ τὰς τιμὰς ἐκείνοις ἐδίδοσαν. Ἀλλ' οὐχ οὕτως ὁ Ἀνανίας, ἀλλ' ὑφαιρεῖταί τι τῆς τιμῆς οὗ ἀπέδοτο ἀγροῦ· διὸ καὶ τιμωρεῖται ὡς τὸ πρᾶγμα μὴ καλῶς διαθέμενος, καὶ κλέπτων τὰ ἑαυτοῦ φωραθείς. Οὗτος καὶ τῶν νῦν ἱερέων ἥψατο ὁ λόγος, καὶ σφόδρα κατὰ κράτος. Ἐπεὶ δὲ συνῄδει τῷ γενομένῳ καὶ ἡ τούτου γυνὴ, διὰ τοῦτο καὶ αὐτὴν ἐξετάζει. βʹ. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι σφόδρα πικρῶς αὐτῇ ἐχρήσατο. Τί λέγεις; εἰπέ μοι, ποία πικρία; Εἰ ξύλα τις συλλέξας καταλεύεται, πολλῷ μᾶλλον ὁ ἱερόσυλος· καὶ ταῦτα γὰρ ἱερὰ λοιπὸν ἦν τὰ χρήματα. Οὐκοῦν ὁ ἑλόμενος τὰ αὐτοῦ πωλῆσαι καὶ διαδοῦναι, εἶτα λαβὼν, ἱερόσυλος ἂν εἴη. Εἰ δὲ ὁ ἐκ τῶν αὐτοῦ λαβὼν, ἱερόσυλος, πολλῷ μᾶλλον ὁ ἐκ τῶν ἀλλοτρίων. Μὴ γὰρ, ἐπειδὴ νῦν μὴ γίνεται τοῦτο, καὶ ἕπεται παρὰ πόδας ἡ κόλασις, νομίσητε ἀτιμωρητὶ ταῦτα γίνεσθαι. Ὁρᾷς, ὅτι τοῦτο ἐγκαλεῖται, ὅτι ποιήσας αὐτὰ ἱερὰ χρήματα, τότε ἔλαβε; Μὴ γὰρ οὐκ ἠδύνασο, φησὶ, καὶ μετὰ τὸ πωλῆσαι αὐτὰ ὡς ἰδίοις ἀποχρήσασθαι; μὴ γὰρ ἐκωλύθης; διὰ τί μετὰ τὸ ὑποσχέσθαι λαμβάνεις; Ὅρα, πῶς εὐθέως ἐξ ἀρχῆς ἐπέθετο ὁ διάβολος μεταξὺ σημείων γενομένων καὶ θαυμάτων τοσούτων· μᾶλλον δὲ πῶς καὶ οὗτος ὑπ' αὐτοῦ ἐπωρώθη. Τοιοῦτόν τι καὶ ἐν τῇ Παλαιᾷ γέγονεν, ὅτε ὁ Χαρμὶ τὸ ἀνάθημα κλέψας ἑάλω· ἀλλ' ὅμως ἔγνως καὶ ἐκεῖ μεθ' ὅσης ἐκδικίας διωρθώθη τὸ πρᾶγμα. Ἱεροσυλία γὰρ σφόδρα χαλεπὸν, ἀγαπητὲ, καὶ πολλῆς γέμον καταφρονήσεως. Οὔτε πωλῆσαι ἠναγκάσαμεν, φησὶν, οὔτε πωλήσαντα δοῦναι τὰ χρήματα· σὺ εἵλου ἐξ οἰκείας προαιρέσεως· τί τοίνυν ἔκλεψας ἀπὸ τῶν ἱερῶν χρημάτων; ∆ιὰ τί ἐπλήρωσε, φησὶν, ὁ Σατανᾶς τὴν καρδίαν σου; Καὶ εἰ ὁ Σατανᾶς τοῦτο ἐποίησε, τί αὐτὸς ἐγκαλεῖται; Αἴτιος γέγονε δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν, καὶ πληρωθείς. Ἀλλ' ἔδει διορθῶσαι, φησίν. Ἀλλ' οὐκ ἂν διωρθώθη· ὁ γὰρ τοιαῦτα ὁρῶν καὶ μὴ κερδάνας, πολλῷ μᾶλλον οὐκ ἂν ἑτέρως ἐκέρδανεν. Οὐκ ἔδει τοίνυν ἁπλῶς παρελθεῖν τὸ γεγονὸς, ἀλλ' ὡς σηπεδόνα τινὰ ἐκτμηθῆναι, ἵνα μὴ τῷ λοιπῷ λυμήνηται σώματι. Νῦν μὲν γὰρ καὶ οὗτος ὠφέληται μὴ προελθὼν περαιτέρω κακίας, καὶ οἱ λοιποὶ σπουδαιότεροι γενόμενοι· τότε δὲ ἂν τοὐναντίον συνέβη. ∆ιὰ τοῦτο πρῶτον ἐλέγχει, καὶ δείκνυσιν, ὅτι οὐκ ἔλαθεν αὐτὸν τὸ γεγονὸς, καὶ τότε καταδικάζει. ∆ιὰ τί γὰρ, φησὶ, τοῦτο πεποίηκας; ἤθελες ἔχειν; Ἔδει ἔχειν ἐξ ἀρχῆς, καὶ μὴ ὑποσχέσθαι· νῦν δὲ λαβὼν μετὰ τὸ ἀναθέσθαι, μείζονα τὴν ἱεροσυλίαν εἰργάσω. Ὁ μὲν γὰρ τὰ τῶν ἄλλων λαμβάνων, ἴσως ἀλλοτρίων ἐπιθυμήσας λαμβάνει· σοὶ δὲ ἐξῆν ἔχειν τὰ σά. Τί τοίνυν ἐποίησας αὐτὰ ἱερὰ, καὶ τότε ἔλαβες; Ἀπὸ πολλῆς καταφρονήσεως τοῦτο 60.102 πεποίηκας. Οὐκ ἔχει τὸ γενόμενον συγγνώμην, ἐκτός ἐστιν ἀπολογίας. Μηδεὶς δὲ σκανδαλιζέσθω, εἴ τινες καὶ νῦν εἰσιν ἱερόσυλοι. Εἰ γὰρ τότε ἦσαν, πολλῷ μᾶλλον νῦν, ὅτε πολλὰ τὰ κακά. Ἀλλ' ἐλέγχωμεν αὐτοὺς ἐπὶ πάντων, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὁ Ἰούδας ἱερόσυλος ἦν· ἀλλ' οὐκ ἐσκανδάλισε τοῦτο τοὺς μαθητάς. Ὁρᾷς, ὅσα κακὰ ἡ τῶν χρημάτων ἐπιθυμία ποιεῖ; Καὶ ἐγένετο, φησὶ, φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἐκεῖνος ἐτιμωρήθη, καὶ ἄλλοι ἐκέρδαναν. Ὥστε οὐχ ἁπλῶς τοῦτο οἰκονομεῖται·