1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

70

καίτοι δὲ σημείων ἄλλων πρότερον γενομένων, ὅμως οὐκ ἦν φόβος τοιοῦτος. Οὕτως ἀληθές ἐστιν ἐκεῖνο, ὅτι Γινώσκεται Κύριος κρίματα ποιῶν. Οὕτω καὶ ἐπὶ τῆς κιβωτοῦ γέγονεν· Ὀζᾶν ἐτιμωρήθη, καὶ ἐγένετο τοῖς ἄλλοις φόβος. Ἀλλ' ἐκεῖ μὲν φοβηθεὶς ὁ βασιλεὺς ἀπώσατο τὴν κιβωτόν· ἐνταῦθα δὲ οὗτοι μᾶλλον προσεκτικώτεροι γίνονται. Εἶδες, πῶς οὐκ ἐκάλεσε αὐτὸν ὁ Πέτρος, ἀλλ' ἀνέμεινεν ὥστε εἰσελθεῖν· οὐδὲ τῶν ἄλλων τις ἐτόλμησεν ἐξειπεῖν τὸ γεγονός. Τοῦτο φόβος διδασκάλου, τοῦτο τιμὴ μαθητῶν, τοῦτο ὑπακοή. Τριῶν ὡρῶν διάστημα. Καὶ οὐκ ἔμαθεν ἡ γυνὴ, οὐδὲ ἐξεῖπέ τις τῶν παρόντων, καίτοι γε ἱκανὸν ἦν ἐξηχθῆναι· ἀλλ' ἐφοβοῦντο. Τοῦτο γοῦν καὶ θαυμάζων ὁ συγγραφεὺς λέγει, ὅτι Μὴ εἰδυῖα τὸ γεγονὸς, εἰσῆλθε. Καίτοι γε ἀπὸ τούτου ἐνῆν μαθεῖν, ὅτι οἶδε τὰ λανθάνοντα. ∆ιὰ τί γὰρ μηδένα ἐρωτήσας, ὑμᾶς ἐρωτᾷ; Ἢ δῆλον, ὅτι ὡς εἰδώς; Ἀλλ' ἡ πολλὴ πώρωσις οὐκ εἴασεν αὐτὴν τὸ ἔγκλημα ἀποδύσασθαι, ἀλλὰ μετὰ αὐθαδείας πολλῆς ἀποκρίνεται· ἐνόμιζε γὰρ πρὸς ἄνθρωπον διαλέγεσθαι. Τὸ δεινὸν τοῦτο, ὅτι ὡς ἐκ μιᾶς βουλῆς ἐπὶ τὴν ἁμαρτίαν ἦλθον, ἢ ὥσπερ ἀπὸ συνθήκης τινός. Τί ὅτι συνεφωνήθη ὑμῖν, φησὶ, πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τὴν θύραν, καὶ ἐξοίσουσί σε. Πρότερον αὐτὴν διδάσκει τὸ ἁμάρτημα, καὶ τότε δείκνυσιν, ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρί· ἐπειδὴ καὶ τὰ αὐτὰ ἥμαρτε. Καὶ πῶς, φησὶ, Παραχρῆμα ἔπεσε παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν; Ὅτι πλησίον εἱστήκει. Οὕτως αὐτοὶ καθ' ἑαυτῶν τὴν τιμωρίαν ἐπεσπάσαντο. Τίς λοιπὸν οὐκ ἂν ἐξεπλάγη; τίς οὐκ ἂν ἔδεισε τὸν ἀπόστολον; τίς οὐκ ἂν ἐθαύμασε; Καὶ ἦσαν ὁμοθυμαδὸν, φησὶν, ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος. Ἐκ τούτου δῆλον, ὅτι οὐκ ἐν οἰκίᾳ, ἀλλὰ τὸ ἱερὸν καταλαβόντες ἐκεῖ διέτριβον· οὔτε μὴν λοιπὸν ἀκαθάρτων ἅπτεσθαι ἐφυλάττοντο, ἀλλ' ἁπλῶς ἥπτοντο τῶν νεκρῶν. Καὶ ὅρα, πῶς ἐν μὲν τοῖς οἰκείοις εἰσὶ σφοδροὶ, ἐν δὲ τοῖς ἀλλοτρίοις οὐ κέχρηνται τῇ δυνάμει. Μᾶλλον δὲ, φησὶ, προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε κατὰ τὰς πλατείας τιθέναι τοὺς ἀσθενεῖς ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. γʹ. Πολλὴ τῶν προσιόντων ἡ πίστις, καὶ μείζων ἢ ἐπὶ τοῦ Χριστοῦ. Πόθεν δὴ τοῦτο γέγονεν; Ἀπὸ τοῦ τὸν Χριστὸν ἀποφήνασθαι καὶ εἰπεῖν· Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ μείζονα ποιήσει. Μενόντων γὰρ αὐτῶν ἐκεῖ καὶ οὐ περιιόντων, ἔφερον πάντες ἐπὶ τῶν κλινῶν καὶ κραββάτων οὓς εἶχον ἀσθενεῖς, καὶ πάντοθεν αὐτοῖς συνήγετο τὸ θαῦμα, ἀπὸ τῶν πιστευσάντων, ἀπὸ τῶν θεραπευθέν 60.103 των, ἀπὸ τοῦ κολασθέντος, ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς ἐκείνους, ἀπὸ τῆς ἀρετῆς τῶν οὐχ ἁπλῶς πιστευσάντων· οὐ γὰρ δὴ τῶν σημείων ἦν μόνον τὸ γενόμενον. Εἰ γὰρ καὶ αὐτοὶ μετριάζοντες τούτῳ τὸ πᾶν λογίζονται, λέγοντες ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ ταῦτα ποιεῖν, ἀλλὰ καὶ ὁ βίος καὶ ἡ ἀρετὴ τῶν ἀνδρῶν τοῦτο πεποίηκε. Σκόπει δὲ, πῶς ἀριθμὸν ἐνταῦθα τῶν πιστευσάντων οὐ λέγει, ἀφεὶς ἐξ ἑαυτοῦ τὸν ἀκροατὴν συλλογίζεσθαι· οὕτως εἰς πλῆθος ἄπειρον ἐπέτεινε τὰ τῆς πίστεως. Ἐντεῦθεν καὶ ἡ ἀνάστασις μᾶλλον ἐκηρύττετο. Οὐδεὶς δὲ αὐτοῖς ἐτόλμα κολλᾶσθαι, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Τοῦτο λέγει, δεικνὺς, ὅτι οὐκ ἔτι λοιπὸν ἦσαν εὐκαταφρόνητοι καθάπερ καὶ πρότερον· καὶ ὅτι ἐν βραχεῖ καιρῷ, καὶ μιᾷ ῥοπῇ τοσαῦτα γέγονεν ὑπὸ τοῦ ἁλιέως καὶ ἰδιώτου. Οὐρανὸς οὖν λοιπὸν ἦν ἡ γῆ, καὶ πολιτείας, καὶ παῤῥησίας, καὶ θαυμάτων, καὶ πάντων ἕνεκεν· καὶ καθάπερ ἄγγελοι οὕτως ἐθαυμάζοντο, πρὸς οὐδὲν ἐπιστρεφόμενοι, οὐ πρὸς γέλωτα, οὐ πρὸς ἀπειλὰς, οὐ πρὸς κινδύνους. Οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ' ὅτι σφόδρα φιλάνθρωποι καὶ κηδεμονικοὶ τυγχάνοντες, τοῖς μὲν χρήμασιν ἐβοήθουν, τοῖς δὲ θεραπείᾳ σωμάτων. ∆ιὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου; Μονονουχὶ ἀπολογεῖται ὁ Πέτρος μέλλων κολάσειν αὐτὸν, καὶ τοὺς ἄλλους παιδεύει. Ἐπειδὴ γὰρ σφόδρα φορτικὸν ἔμελλε φαίνεσθαι τὸ γενόμενον, διὰ δὴ τοῦτο καὶ ἐπ' αὐτοῦ τούτου καὶ ἐπὶ τῆς