1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

71

κατέχωμεν. Μή μοι λέγε, ὅτι πολλοὶ ἐνήστευσαν, ἀλλὰ διόρθωσαι τοὺς πολλούς. Οὐ διὰ τοῦτο τοσούτους ἀνήλωσα λόγους, ἵνα κατηγορήσῃς τῶν πολλῶν, ἀλλ' ἵνα τοὺς πολλοὺς ποιήσῃς ὀλίγους, μᾶλλον δὲ μηδὲ ὀλίγους, ἀλλὰ καὶ αὐτοὺς διασώσῃς. Μὴ τοίνυν ἐκπόμπευε 48.934 τὰ ἁμαρτήματα, ἀλλὰ θεράπευε. Ὥσπερ γὰρ οἱ ἐκπομπεύοντες, καὶ εἰς τοῦτο μόνον ἐσχολακότες, κἂν ὀλίγοι ὦσιν οἱ ἡμαρτηκότες, πολλοὺς αὐτοὺς νομίζεσθαι ποιοῦσιν· οὕτως οἱ συστέλλοντες, καὶ τοὺς ἐκπομπεύοντας ἐπιστομίζοντες, καὶ τῶν πεπτωκότων ἐπιμελούμενοι, κἂν πολλοὶ ὦσιν, αὐτούς τε ἐκείνους διορθοῦνται ῥᾳδίως, καὶ οὐδένα ἕτερον ἐκ τῆς τούτων ἀφιᾶσι παραβλαβῆναι φήμης. Οὐκ ἤκουσας ὅτι θρηνῶν τὸν Σαοὺλ ὁ ∆αυῒδ ἔλεγε· Πῶς ἔπεσον δυνατοί; Μὴ ἀναγγείλητε εἰς Γὲθ, μηδὲ εὐαγγελίσησθε ἐν ταῖς ὁδοῖς Ἀσκάλωνος, ὅπως μὴ εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μηδὲ γαυριάσωσι θυγατέρες ἀπεριτμήτων. Εἰ δὲ πρᾶγμα φανερὸν οὐκ ἐβούλετο ἐκπομπεύεσθαι, ὥστε μὴ γενέσθαι τοῖς ἐναντίοις ἡδονὴν, πόσῳ μᾶλλον ταῦτα οὐ δεῖ ἐκφέρειν εἰς τὰς ἔξωθεν ἀκοὰς, μᾶλλον δὲ οὐδὲ εἰς τὰς παρ' ἡμῖν, ἵνα μήτε οἱ ἐχθροὶ ἀκούοντες χαίρωσι, μήτε οἱ οἰκεῖοι μανθάνοντες καταπίπτωσιν, ἀλλὰ συστέλλειν καὶ περιφράσσειν πανταχόθεν. Μή μοι λέγε, ὅτι Τῷ δεῖνι εἶπον· παρὰ σαυτῷ κάτεχε τὸ ῥῆμα. Ὥσπερ γὰρ σὺ οὐκ ἐκαρτέρησας σιγῆσαι, οὕτως οὐδὲ ἐκεῖνος ἀνέξεται. εʹ. Ταῦτα οὐ περὶ τῆς παρούσης νηστείας λέγω μόνον, ἀλλὰ καὶ περὶ ἄλλων μυρίων ἁμαρτημάτων. Μὴ τοῦτο σκοπῶμεν μόνον, εἰ πολλοὶ οἱ παρασυρόμενοι, ἀλλὰ ἐκεῖνο σκοπήσωμεν, ὅπως αὐτοὺς ἀπαγάγωμεν. Μὴ ἐπαίρωμεν τὰ τῶν πολεμίων, καὶ τὰ ἡμέτερα καθαιρῶμεν· μὴ ἰσχυροὺς ἐκείνους ἀποφαίνωμεν, τὰ δὲ ἡμέτερα ἀσθενῆ· ἀλλὰ τοὐναντίον ἅπαν ἐργασώμεθα. Οἶδε καὶ φήμη πολλάκις καθελεῖν καὶ ἀναστῆσαι ψυχὴν, καὶ τὴν οὐκ οὖσαν προθυμίαν ἐμβαλεῖν, καὶ τὴν οὖσαν καταλῦσαι πάλιν. ∆ιὰ τοῦτο παραινῶ τὰς φήμας αὔξειν ἐκείνας, αἳ τὰ ἡμέτερα αἴρουσι πράγματα, καὶ μεγάλα ποιοῦσι φαίνεσθαι· ἀλλὰ μὴ ἐκείνας, αἳ τοῦ κοινοῦ τῶν ἀδελφῶν καταχέουσιν ὄνειδος. Κἂν μὲν ἀκούσωμέν τι χρηστὸν, εἰς πάντας ἐκφέρωμεν· ἂν δέ τι φαῦλον καὶ πονηρὸν, παρ' ἑαυτοῖς κατακρύψωμεν, καὶ ὅπως ἀνέλωμεν αὐτὸ πάντα ποιήσωμεν. Καὶ νῦν τοίνυν περιέλθωμεν, πολυπραγμονήσωμεν, ἴδωμεν τοὺς πεσόντας, κἂν εἰς οἰκίαν δέῃ εἰσελθεῖν, μὴ κατοκνήσωμεν. Εἰ δὲ ἄγνωστος εἴη, καὶ μηδαμόθεν σοι προσήκων ὁ πεπτωκὼς, περιέργασαι καὶ πολυπραγμόνησον, τίνα ἔχει φίλον καὶ ἐπιτήδειον, καὶ τίνι μάλιστα πείθεται, κἀκεῖνον λαβὼν, εἴσελθε εἰς τὴν οἰκίαν· μὴ αἰσχυνθῇς, μηδὲ ἐρυθριάσῃς. Εἰ μὲν γὰρ χρήματα εἰσῄεις αἰτήσων, ἢ χάριν τινὰ ληψόμενος παρ' αὐτοῦ, εἰκὸς ἦν αἰσχύνεσθαι· εἰ δὲ ὑπὲρ τῆς ἐκείνου σωτηρίας τρέχεις, ἡ τῆς εἰσόδου πρόφασις ἁπάντων ἀπαλάττει σε τῶν ἐγκλημάτων. Παρακάθισον δὴ, καὶ εἰπὲ πρὸς αὐτὸν, ἑτέρωθεν ποιησάμενος τὴν ἀρχὴν, ὥστε ἀνύποπτον γενέσθαι τὴν διόρθωσιν. Ἐπαινεῖς, εἰπέ μοι, τοὺς Ἰουδαίους, ὅτι τὸν Χριστὸν ἐσταύρωσαν, καὶ βλασφημοῦσιν εἰς αὐτὸν νῦν, καὶ παράνομον αὐτὸν καλοῦσι; Πάντως οὐκ ἀνέξεται, ἐὰν ᾖ Χριστιανὸς, κἂν μυριάκις ἰουδαΐζῃ, οὐκ ἀνέξεται εἰπεῖν ὅτι Ἐπαινῶ· ἀλλ' ἐμφράξει τὴν ἀκοὴν καὶ ἐρεῖ πρὸς σὲ, Μὴ γένοιτο, εὐφήμει, ἄνθρωπε. Εἶτα ὅταν αὐτοῦ λάβῃς τὴν συγκατάθεσιν, πάλιν ἐπανάλαβε, καὶ εἰπέ· Πῶς οὖν αὐτοῖς κοινωνεῖς, εἰπέ μοι; πῶς μετέχεις τῆς ἑορτῆς, πῶς μετ' ἐκείνων νηστεύεις; Εἶτα κατηγόρησον αὐτῶν τῆς ἀγνωμοσύνης· εἰπὲ τὴν παρανομίαν ἅπασαν ἣν ἐν ταῖς ἔμπροσθεν ἡμέραις διῆλθον πρὸς τὴν ὑμετέραν ἀγάπην, τὴν ἀπὸ τοῦ τόπου, τὴν ἀπὸ τοῦ και48.935 ροῦ, τὴν ἀπὸ τοῦ ἱεροῦ, τὴν ἀπὸ τῆς προῤῥήσεως τῶν προφητῶν ἐλεγχομένην· δεῖξον πῶς εἰκῆ καὶ μάτην ἅπαντα πράττουσι, καὶ οὐδέποτε ἐπὶ τὴν προτέραν ἐπανήξουσι πολιτείαν, καὶ ὅτι οὐ θέμις αὐτοῖς ἔξω τῶν Ἱεροσολύμων οὐδὲν τοιοῦτον ἐπιτελεῖν. Καὶ πρὸς τούτοις ἀνάμνησον τῆς γεέννης, τοῦ φοβεροῦ βήματος τοῦ Κυρίου, τῶν εὐθυνῶν τῶν ἐκεῖ, καὶ ὅτι τούτων ἁπάντων δώσομεν λόγον, καὶ τιμωρία τις οὐ μικρὰ κεῖται