71
γυναικὸς φοβερὸν ποιεῖ τὸ δικαστήριον. Εἰ δὲ ἀσύγγνωστα ἁμαρτόντας μὴ τοιαύτην δίκην ἀπῄτησεν ἀμφοτέρους, πόση ἐντεῦθεν καταφρόνησις Θεοῦ οὐκ ἂν γέγονεν; Ὅτι δὲ διὰ τοῦτο, δῆλον ἀπὸ τοῦ μὴ εὐθέως ἐπὶ τιμωρίαν ἐλθεῖν, ἀλλὰ δεῖξαι πρῶτον τὴν ἁμαρτίαν. Ὅθεν οὐδεὶς ἐστέναξεν, οὐδεὶς ἀνῴμωξεν, ἀλλὰ πάντες ἐφοβήθησαν. Εἰκότως δὲ, τῆς πίστεως αὐτῶν ἐπιτεινομένης, καὶ τὰ σημεῖα πλείω ἐγίνετο, καὶ πολὺς καὶ παρὰ τοῖς οἰκείοις ὁ φόβος ἦν, ἐπειδὴ οὐχ οὕτω τὰ τῶν ἔξωθεν ἡμᾶς θορυβεῖ, ὡς τὰ τῶν οἰκείων. Ἂν οὖν ὦμεν πρὸς ἀλλήλους συγκεκροτημένοι, οὐδεὶς ἔσται ἡμῖν πολεμῶν· ὥσπερ, ἂν ἀπ' ἀλλήλων διιστώμεθα, τὸ ἐναντίον πάντες ἡμῖν ἐπιθήσονται. Ἀπὸ τούτου κἀκεῖνοι λοιπὸν ἐθάῤῥουν, καὶ μετὰ παῤῥησίας καὶ εἰς ἀγορὰν ἐνέβαλλον, καὶ ἐν μέσῳ τῶν ἐχθρῶν καὶ ἐκράτουν· καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρημένον, Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· ὃ καὶ μείζονος ἀπόδειξις δυνάμεως ἦν, ὅτι κατεχόμενοι, δεσμούμενοι, τοιαῦτα ἔπραττον. Εἰ οὖν οἱ μόνον ψευσάμενοι τοιαῦτα ἔπαθον, οἱ καὶ ἐπιορκοῦντες τί οὐ πείσονται; Μᾶλλον δὲ εἰ ἁπλῶς εἰποῦσα ἡ γυνὴ, Ναὶ τοσούτου, τοιαύτην ἔδωκε δίκην, καὶ οὐκ ἐξέφυγεν· ἐννοήσατε οἱ ὀμνύοντες καὶ ἐπιορκοῦντες, τίνος ἂν εἴητε ἄξιοι κολάσεως; Εὔκαιρον καὶ ἀπὸ τῆς Παλαιᾶς δεῖξαι τὸ χαλεπὸν τῆς ἐπιορκίας τήμερον. ∆ρέπανον, φησὶ, πετόμενον ἦν, πλάτους πήχεων δέκα. Τὸ πετόμενον τὴν ταχίστην ἔφοδον τῆς τιμωρίας δηλοῖ τὴν τοῖς ὅρκοις παρεπομένην· τὸ δὲ πήχεων τοῦτο δέκα εἶναι τὸ πλάτος καὶ τὸ μῆκος, τὸ σφοδρὸν σημαίνει καὶ τὸ μέγεθος τῶν κακῶν· τὸ δὲ ἀπ' οὐρανοῦ πέτεσθαι, τὸ ἐκ τοῦ ἄνωθεν δικαστηρίου τὴν ψῆφον φέρεσθαι· τὸ δὲ δρεπανοειδὲς, τὸ ἄφυκτον τῆς τιμωρίας. Καθάπερ γὰρ δρέπανον εἰς τράχηλον ἐμπεσὸν οὐκ ἂν καθ' ἑαυτὸ ἀνελκυσθείη, μένει δέ πως ἔτι καὶ ἀποτεμνομένης τῆς κεφαλῆς· οὕτω καὶ ἡ δίκη τοῖς ὀμνύουσιν ἐπιοῦσα, φοβερά τίς ἐστι, καὶ οὐκ ἂν ἀποσταίη μὴ πρότερον 60.104 ἐργασαμένη τὸ αὐτῆς. Εἰ δὲ διαφεύγομεν ὀμνύοντες, μὴ θαῤῥῶμεν· ἐπὶ γὰρ κακῷ τῷ ἡμετέρῳ τοῦτο γίνεται Ἐπεὶ τί νομίζετε; πόσοι μετὰ Ἀνανίαν καὶ Σάπφειραν τὰ αὐτὰ ἐκείνοις ἐτόλμησαν, καὶ οὐ τὰ αὐτὰ ἔπαθον; Καὶ πῶς, φησὶν, οὐκ ἔπαθον; Οὐκ ἐπειδὴ συνεχωρήθη αὐτοῖς, ἀλλ' ἐπειδὴ μείζονι τηροῦνται κακῷ. δʹ. Ὥστε οἱ πολλὰ πταίοντες, μὴ κολαζόμενοι, μᾶλλον ἢ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν· αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ. Μὴ τοῦτο τοίνυν ἴδωμεν, ὅτι οὐ κολαζόμεθα, ἀλλ' εἰ μὴ ἡμάρτομεν· εἰ δὲ ἁμαρτάνοντες οὐ κολαζόμεθα, μᾶλλον τρέμειν ὀφείλομεν. Εἰπέ μοι, ἄν τινα δοῦλον ἔχῃς, καὶ ἀπειλῇς αὐτῷ μόνον, καὶ οὐ τύπτῃς, πότε μᾶλλον φοβεῖται, πότε φεύγει, πότε δραπετεύει; οὐχ ὅταν ἀπειλῇς μόνον; Ὅθεν καὶ ἀλλήλοις παραινοῦμεν, μὴ ἀπειλεῖν συνεχῶς, ὥστε μὴ τῷ φόβῳ μᾶλλον κατασεῖσαι τὴν ψυχὴν, ὥστε μὴ σπαράττειν αὐτὸν πλέον τῶν πληγῶν. Ἄλλως δὲ καὶ ἐκεῖ μὲν πρόσκαιρος ἡ τιμωρία, ἐνταῦθα δὲ διηνεκής. Μὴ τοίνυν εἰ μηδεὶς τὰ τοῦ δρεπάνου πάσχει, νῦν τοῦτο ἴδῃς, ἀλλ' ἐκεῖνο ἐννόησον, εἰ τοιαῦτα ποιεῖ· ἐπεὶ πολλὰ γίνεται νῦν οἷα ἐπὶ τοῦ κατακλυσμοῦ, ἀλλὰ κατακλυσμὸς οὐ γέγονε· γέεννα γὰρ ἠπείληται, καὶ τιμωρία. Πολλοὶ ἁμαρτάνουσιν οἷα τὰ ἐπὶ τῶν Σοδόμων, ἀλλὰ πῦρ οὐκ ἦλθεν ὑετοῦ· πύρινος γὰρ ἡτοίμασται ποταμός. Πολλοὶ τὰ τοῦ Φαραὼ ἐτόλμησαν· ἀλλ' οὐκ ἔπαθον τὰ τοῦ Φαραὼ, οὐδὲ κατεποντίσθησαν εἰς Ἐρυθρὰν θάλασσαν· τὸ γὰρ πέλαγος αὐτοὺς μένει τὸ τῆς ἀβύσσου, ἔνθα οὐ μετὰ ἀναισθησίας ἡ τιμωρία, οὐδὲ ἀποπνιγῆναι ἔνι, ἀλλ' ἐπὶ πλέον κολαζομένους, τηγανιζομένους, ἀπαγχονιζομένους ἀναλίσκεσθαι. Πολλοὶ τὰ τῶν Ἰσραηλιτῶν ἐτόλμησαν· ἀλλ' οὐκ ἔφαγον αὐτοὺς ὄφεις· μένει γὰρ αὐτοὺς ὁ σκώληξ ὁ ἀτελεύτητος. Πολλοὶ τὰ τοῦ Γιεζῆ ἐτόλμησαν· ἀλλ' οὐκ ἐλεπρώθησαν· μένει γὰρ αὐτοὺς ἀντὶ τῆς λέπρας τὸ διχοτομηθῆναι, καὶ τεθῆναι μετὰ τῶν ὑποκριτῶν. Πολλοὶ καὶ ὤμοσαν καὶ ἐπιώρκησαν· εἰ δὲ καὶ διέφυγον, μὴ θαῤῥῶμεν· μένει γὰρ αὐτοὺς ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἐνταῦθα δὲ τάχα πείσονται, καὶ οὐ φεύξονται, εἰ καὶ μὴ