1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

72

μηνῦσαι, ὥστε ἐπὶ πλεῖον αὐτῷ συνδιαγαγεῖν, ἐφ' ᾧ τε καιρὸν εὑρεῖν πρὸς τὸ μηδὲν περιοφθῆναι τῶν ἐν ἡμῖν ἀθεράπευτον. 249.10 Μετὰ τοῦτο ἐγὼ μὲν ἐκαθήμην κατὰ τὸ ὕπαιθρον ἀναμένων τὸν εἰσκα λοῦντα καὶ προεκείμην ἄκαιρον θέαμα τοῖς ἐπιδημοῦσι κατὰ τὴν σύνοδον. Καὶ χρόνος διεγένετο οὐκ ὀλίγος, καὶ νυσταγμὸς ἐπὶ τούτοις καὶ ἀκηδία καὶ ὁ ἐκ τῆς ὀδοῦ κόπος ἐπιτείνων τὴν ἀκηδίαν καὶ τὸ θάλπος ἰσχυρὸν καὶ οἱ πρὸς ἡμᾶς ἀποβλέποντες καὶ ἀλλήλοις διὰ τῶν δακτύλων ὑποδεικνύοντες-καὶ ἅπαντα τὰ τοιαῦτα οὕτω μοι βαρέα ἦν, ὡς ἀληθεύειν ἐπ' ἐμοῦ τὸ τοῦ προφήτου ὅτι 20Ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου20. 249.11 Καὶ πρὸς μεσημβρίαν ἤδη προελθούσης τῆς ὥρας εἰσηνέχθην, πολλὰ μεταμεληθεὶς καὶ πρὸ τῆς συντυχίας ὡς ἐμαυτῷ τῆς ἀτιμίας ἐκείνης παρασχὼν τὴν αἰτίαν· καὶ χαλεπώ τερον τῆς παρὰ τῶν ἐχθρῶν μοι γινομένης ὕβρεως ὁ ἐμός με λογισμὸς ἠνία, μαχόμενος τρόπον τινὰ πρὸς ἑαυτὸν καὶ μεταγινώσκων ἐν ὑστεροβουλίᾳ ὑπὲρ ὧν προέθετο. 249.12 Ὡς δ' οὖν μόλις ἠνοίγη ἡμῖν τὰ ἀνάκτορα καὶ τῶν ἀδύτων ἐντὸς ἐγενόμεθα, οἱ μὲν πολλοὶ ἀπεκλείσθησαν τῆς εἰσόδου, ὁ δὲ ἐμὸς συνεισῆλθε διάκονος, ὃς τῇ χειρὶ τὸ σῶμα ὑπήρειδεν πεπονηκὸς ἐκ τοῦ κόπου. Ἐγὼ δὲ προσειπὼν αὐτὸν καὶ ἐπ' ὀλίγον σταθεὶς ὥστε μοι γενέσθαι προτροπὴν εἰς καθέδραν, ὡς οὐδὲν τούτων ἐγίνετο, ἐπί τινος τῶν πόρρωθεν βάθρων διατραπεὶς ἀνεπαυσάμην, ἀναμένων εἰ ἄρα τι φθέγξαιτο πρὸς ἡμᾶς εὐμενὲς ἤ τι φιλάνθρωπον ταῖς γοῦν ὀφρύσιν ἡμῖν ἐπινεύσειεν. Ἀλλ' ἀπ' ἐναντίας τῇ ἐλπίδι τὰ πάντα· σιωπὴ γὰρ ἦν τὸ ἀπὸ τούτου νυκτερινὴ καὶ κατήφεια τραγικὴ καὶ θάμβος καὶ ἔκπληξις καὶ παντελὴς ἀφωνία καὶ χρόνος οὐκ ἐν μικρῷ διαστήματι καθάπερ ἐν μελαίνῃ νυκτὶ δι' ἡσυχίας παρα τεινόμενος. 249.13 Ἐγὼ δὲ τούτοις ἐναποπαγεὶς τὴν διά νοιαν διὰ τὸ μηδὲ τῆς κοινῆς αὐτὸν θελῆσαι μεταδοῦναι φωνῆς διὰ τῶν κατημαξευμένων τούτων τὴν συντυχίαν ἀφοσιούμενον, οἷον τοῦ «Εὖ ἥκεις;» ἢ τοῦ «Πόθεν ἥκεις;» ἢ «Ὑπὲρ τίνος; αὐτόματος, ἢ τίς ἡ τῆς παρου σίας σπουδή;» τὴν ἡσυχίαν ἐκείνην τῆς ἐν ᾅδου διαγωγῆς ἐποιούμην εἰκόνα. 249.14 Μᾶλλον δὲ καταγινώσκω τοῦ ὑποδείγματος· ἐν ᾅδου γὰρ ἰσονομία πολλή, μηδενὸς τῶν ὑπὲρ γῆς τὴν περὶ τὸν βίον τραγῳδίαν ἐργαζομένων κἀκείνην τὴν διαγωγὴν διοχλοῦντος· 20οὐ20 γὰρ 20συγκα ταβαίνει20, καθά φησιν ὁ προφήτης, 20τοῖς ἀνθρώποις ἡ δόξα20, ἀλλὰ καταλιποῦσα ἡ ἑκάστου ψυχὴ τὰ νῦν σπουδαζόμενα τοῖς πολλοῖς, ὕβριν λέγω καὶ ὑπερηφανίαν καὶ τῦφον, λιτή τις καὶ ἀκατάσκευος ἐπιχωριάζει τοῖς κάτω, ὡς μηδὲν τῶν τῇδε μοχθηρῶν καὶ παρ' ἐκείνοις εἶναι. 249.15 Πλὴν ἀλλ' ἐμοὶ ᾅδης ἢ δεσμωτήριον ἀφεγγὲς ἢ ἄλλο τι σκυθρωπὸν κολαστήριον ἐδόκει τὰ παρόντα εἶναι, λογιζομένῳ ὅσων ἀγαθῶν ἐγενόμεθα παρὰ τῶν πατέρων ἡμῶν διάδοχοι καὶ οἷα διηγήματα τοῖς μεθ' ἡμᾶς καταλείψομεν. 249.16 Τί δὲ λέγω τῶν πατέρων τὴν πρὸς ἀλλήλους ἀγαπητικὴν σχέσιν; Θαυμαστὸν γὰρ οὐδὲν ἀνθρώπους ὄντας ἐν ὁμοτίμῳ τῇ φύσει μηδὲν ἐθέλειν πλέον ἀλλήλων ἔχειν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγεῖσθαι ἑαυτῶν ὑπερέχειν· ἀλλ' ἐκεῖνο μάλιστά μου τῆς διανοίας καθήπτετο, ὅτι 20ὁ πάσης κτίσεως δεσπότης, ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατ ρός, ὁ ἐν ἀρχῇ ὤν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ20, οὐκ ἐν τούτῳ μόνον ἐταπείνωσεν ἑαυτόν, ἐν τῷ διὰ σαρκὸς ἐπιδημῆσαι τῇ ἀνθρωπίνῃ φύσει, ἀλλὰ καὶ τὸν προδότην ἑαυτοῦ Ἰούδαν τῷ ἰδίῳ στόματι διὰ φιλήματος προσεγ γίζοντα δέχεται καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ λεπροῦ τὸ μὴ φιληθῆναι παρ' αὐτοῦ ὡς ἀφιλάνθρωπον ὀνειδίζει· ἐγὼ δὲ οὐδὲ ἀντὶ λεπροῦ ἐλογίσθην. 249.17 Τῷ τίνι ὁ τίς; τὴν διαφορὰν εὑρεῖν οὐκ ἔχω· τῷ πόθεν κατα βεβηκότι ὁ ποῦ κείμενος; εἴ γε τὰ τοῦ κόσμου βλέπει τις τούτου. Εἰ μὲν γὰρ τὰ τῆς σαρκὸς ἐξετάζοι τις, τοσοῦτον ἴσως ἀνεπαχθές ἐστι λέγειν, ὅτι ὁμότιμον ἐπ' ἀμφοτέρων τὸ εὐγενὲς καὶ ἐλεύθερον· 249.18 εἰ δὲ τὴν ἀληθῆ τις ἐπιζητοίη τῆς