72
παρὰ πόδας, ἀλλ' ἐφ' ἑτέροις ἁμαρτήμασιν, ἵνα καὶ χαλεπωτέρα ἡ τιμωρία ᾖ· ἐπεὶ καὶ ἡμεῖς πολλάκις ἀφορμὰς λαβόντες ἀπὸ μικρῶν, καὶ ὑπὲρ μεγάλων τὸ πᾶν κενοῦμεν. Ὥστε ὅταν ἴδῃς τί σοι συμβὰν, ἀναμνήσθητί σου τῆς ἁμαρτίας ἐκείνης. Τοῦτο γὰρ ἐπὶ τῶν υἱῶν τοῦ Ἰακὼβ γέγονε. Μνημονεύετε τῶν ἀδελφῶν τοῦ Ἰωσήφ· ἐπώλησαν τὸν ἀδελφὸν, σφάξαι ἐπεχείρησαν, μᾶλλον δὲ καὶ ἔσφαξαν ὅσον τὸ ἐπ' αὐτοῖς· ἠπάτησαν, ἐλύπησαν τὸν γέροντα· οὐδὲν ἔπαθον. Μετὰ πλείονα γοῦν ἔτη περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, καὶ τῆς ἁμαρτίας ταύτης ὑπομιμνήσκονται. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουε αὐτῶν τί φασι· Ναί· ἐν ἁμαρτίᾳ γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν. Οὕτω δὴ καὶ σὺ, ὅταν τι συμβῇ, εἰπὲ, ναὶ, ἐν ἁμαρτίᾳ ἐσμὲν, ὅτι οὐκ ἠκούσαμεν τοῦ Χριστοῦ, ὅτι ὠμόσαμεν· αἱ πολυορκίαι, καὶ αἱ ἐπιορκίαι ἐπὶ τὴν κεφαλήν μου ἦλθον. Οὐκοῦν ἐξομολόγησαι· καὶ γὰρ κἀκεῖνοι ἐξωμολογήσαντο, καὶ ἐσώθησαν. Τί γὰρ, εἰ μὴ παραχρῆμα ἔπεισιν ἡ τιμωρία; ἐπεὶ καὶ ὁ Ἀχαὰβ διὰ τοῦ Ναβουθαὶ οὐκ εὐθέως παρὰ τὴν ἁμαρτίαν ἔπαθεν ἅπερ ἔπαθε. ∆ιὰ τί δὲ τοῦτο γίνεται; ∆ίδωσί σοι προθεσμίαν ὁ Θεὸς, ὥστε ἀπονίψασθαι· ὅταν δὲ ἐπιμένῃς, ἐπάγει 60.105 λοιπὸν τὴν τιμωρίαν. Εἴδετε, τί ἔπαθον οἱ ψευδόμενοι; Οὐκοῦν ἐννοήσατε, τί πείσονται καὶ οἱ ἐπιορκοῦντες· ἐννοήσατε, καὶ ἀπόστητε. Οὐκ ἔστιν ὀμνύντα μὴ ἐπιορκεῖν, καὶ ἑκόντα καὶ ἄκοντα· οὐκ ἔστιν ἐπιορκοῦντα σωθῆναι. Ἀρκεῖ μία ἐπιορκία τὸ πᾶν ἐργάσασθαι, καὶ ὁλόκληρον ἡμῖν τὴν τιμωρίαν ἐπαγαγεῖν. 60.106 ∆ιὰ δὴ τοῦτο προσέχωμεν, παρακαλῶ, ἑαυτοῖς, ἵνα τὴν ἐντεῦθεν κόλασιν διαφυγόντες, τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.105 ΟΜΙΛΙΑ ΙΓʹ. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει
δημοσίᾳ. αʹ. Οὐδὲν ἰταμώτερον κακίας, οὐδὲν τολμηρότερον. Πείρᾳ μαθόντες τὴν
αὐτῶν ἀνδρείαν ἐξ ὧν ἐπεχείρησαν πρότερον, ὅμως ἐπιχειροῦσι, καὶ πάλιν ἐπισυνίστανται. Τί ἐστιν, Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ; ∆ιηγέρθη, φησὶ, κινηθεὶς ἐπὶ τοῖς γενομένοις. Καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται. Οὐκ εὐθέως δὲ αὐτοὺς ἔκριναν, προσδοκῶντες πάλιν αὐτοὺς πράους ἔσεσθαι. Καὶ πόθεν δῆλον, ὅτι σφοδρότερον αὐτοῖς ἐπετέθησαν; Ἀπὸ τοῦ θεῖναι αὐτοὺς εἰς τήρησιν δημοσίαν. Πάλιν περιπίπτουσι κινδύνοις, καὶ πάλιν τῆς παρὰ τοῦ Θεοῦ ἀπολαύουσι ῥοπῆς· καὶ ὅπως, ἄκουε τῶν ἑξῆς· Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνέῳξε τὰς πύλας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Τοῦτο καὶ εἰς ἐκείνων παραμυθίαν γέγονε, καὶ εἰς τούτων ὠφέλειαν καὶ διδασκαλίαν. Καὶ ὅρα, ὅπερ ἐπὶ τοῦ Χριστοῦ, τοῦτο καὶ νῦν γινόμενον. Γινόμενα μὲν γὰρ δήπου τὰ θαύματα οὐκ ἀφίησιν αὐτοὺς ἰδεῖν, ἀφ' ὧν δ' ἂν μάθοιεν, ταῦτα κατασκευάζει· οἷον ἐπὶ τῆς ἀναστάσεως τῆς αὐτοῦ οὐκ ἀφῆκεν αὐτοὺς ἰδεῖν πῶς ἀνέστη· ἀνάξιοι γὰρ τοῦ ταύτην ἰδεῖν ἦσαν· ἀλλὰ δείκνυσιν ἀφ' ὧν τοῦτο εἰργάσατο. Ὁμοίως καὶ ἐπὶ τοῦ οἴνου τοῦ ἀπὸ τοῦ ὕδατος γενομένου, οὐ βλέπουσιν οἱ ἀνακείμενοι· ἐμέθυον γάρ· καὶ τὴν κρίσιν ἐπιτρέπει ἑτέροις. Οὕτω δὴ καὶ ἐνταῦθα. Ἐξαγομένους μὲν γὰρ αὐτοὺς οὐχ ὁρῶσι, τεκμήρια δὲ, ἀφ' ὧν ἠδύναντο καταμαθεῖν τὰ γενόμενα, εἶδον. Τί δήποτε δὲ καὶ κατὰ τὴν νύκτα αὐτοὺς ἐξέβαλε; Ὅτι οὕτω μᾶλλον ἢ ἐκείνως ἐπιστεύθησαν· ἄλλως τε καὶ ὅτι οὐκ ἂν ἐπὶ τὸ ἐρωτῆσαι ἦλθον· οὔτε μὴν ἑτέρως ἂν καὶ αὐτοὶ