1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

73

ψυχῆς ἐλευθερίαν τε καὶ εὐγένειαν, ἐπ' ἴσης δοῦλοι τῆς ἁμαρτίας ἀμφότεροι, ἐπ' ἴσης τοῦ αἴροντος τὰς ἁμαρτίας δεόμεθα. Ἄλλος ἐστὶν ὁ τῷ ἰδίῳ αἵματι τοῦ θανάτου καὶ τῶν ἁμαρτιῶν ἡμᾶς λυτρωσάμενος, ὃς καὶ ἐξηγόρασεν ἡμᾶς καὶ ὑπερηφανίαν τινὰ κατὰ τῶν ἐξαγορασθέντων οὐκ ἐπεδείξατο, ὁ νεκροὺς εἰς ζωὴν ἀνακαλούμενος, ὁ πᾶσαν ἐξιώμενος ἀρρωστίαν καὶ ψυχῶν καὶ σωμάτων, 249.19 Ἐπεὶ οὖν ὁ καθ' ἡμῶν τῦφος καὶ ὁ τῆς ὑπερηφανίας ὄγκος μικροῦ δεῖν τῷ οὐρανίῳ ὕψει στενοχωρούμενος ἦν, ὕλην δέ τινα καὶ ἀφορμὴν πρὸς τὴν νόσον οὐδεμίαν ἑώρων, ὅθεν συγγνωστὸν γίνεται τὸ τοιοῦτον πάθος ἐπὶ τῶν ἐκ περιστάσεώς τινος ταύτην ἀναλαμβανόντων τὴν νόσον, ὅταν ἢ γένος ἢ παίδευσις ἢ ἀξιώματος ὑπεροχὴ τὰ χαυνότερα ἤθη διαφυσήσῃ, οὐκ εἶχον ὅπως ἐμαυτὸν ἀτρεμεῖν νουθετήσω, διοιδούσης μοι πρὸς τὴν ἀλογίαν τῶν γινομένων ἔνδοθεν τῆς καρδίας καὶ τοὺς ὑπὲρ τῆς ὑπομονῆς λογισμοὺς διαπτυούσης. 249.20 Ὅτε καὶ μάλιστα τὸν θεῖον ἠγάσθην ἀπόστολον οὕτως ἐναργῶς τὸν ἐμφύλιον ἡμῖν διαγράφοντα πόλεμον, λέγοντα εἶναί τινα 20ἐν τοῖς μέλεσι νόμον ἁμαρτίας τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς20 καὶ ποιοῦντα πολλάκις ἑαυτῷ τὸν νοῦν 20αἰχμάλωτόν20 τε καὶ ὑποχείριον, ταύτην ἐν ἐμαυτῷ βλέπων τῶν δύο λογισμῶν τὴν ἐξ ἐναντίου παράταξιν, τοῦ τε χαλεπαίνοντος πρὸς τὴν ἐξ ὑπερηφανίας ὕβριν καὶ τοῦ τὸ διοιδοῦν καταστέλλοντος. 249.21 Ἐπεὶ δὲ κατὰ Θεοῦ χάριν ἐπεκράτησεν ἡ κρείττων ῥοπή, τότε πρὸς αὐτὸν εἶπον ἐγώ· «Μὴ ἄρα τί σοι τῶν περὶ τὴν θεραπείαν τοῦ σώματος σπουδαζομένων τῇ παρουσίᾳ μου βλάπτεται, καὶ ὑπεξελθεῖν ἐστιν εὔκαιρον;» 249.22 Τοῦ δὲ εἰπόντος μὴ χρῄζειν τοῦ θεραπευθῆναι τὸ σῶμα, εἶπόν τινας λόγους πρὸς αὐτὸν θεραπευτικούς, ὡς οἷόν τε ἦν· κἀκείνου δι' ὀλίγων τὸ ἐπὶ πολλοῖς ἀδικήμασιν τὴν καθ' ἡμῶν ἔχειν λύπην ἐνδειξαμένου, ταῦτα πρὸς αὐτὸν ἀπεκρινάμην ἐγώ, ὅτι «Ἐν ἀνθρώποις πολλὴν ἔχει δύναμιν πρὸς ἀπάτην τὸ ψεῦδος, τὸ δὲ θεῖον κριτήριον τὸν ἐξ ἀπάτης παραλογισμὸν οὐ προσδέχεται. Ἐμοὶ δὲ τοσοῦτον πέποιθεν ἐν τοῖς πρὸς σὲ πράγμασιν ἡ συνείδησις, ὡς εὔχεσθαι τῶν μὲν ἄλλων ἁμαρτιῶν γενέσθαι μοι τὴν συγχώρησιν, εἰ δέ τι κατά σου πέπρακταί μοι, τοῦτο μεῖναι εἰς τὸ διηνεκὲς ἀσυγχώρητον.» 249.23 Σχετλιάσας δὲ τῷ λόγῳ, οὐκέτι προστεθῆναι τὰς ἀποδείξεις τοῖς εἰρημένοις ἐδέξατο. 249.24 Ὥρα ἦν πλείων ἢ κατὰ τὴν ἕκτην, καὶ τὸ λουτρὸν εὐτρεπὲς καὶ ἐν παρασκευῇ ἡ ἑστίασις καὶ σάββατον ἡ ἡμέρα καὶ μαρτύρων τιμή· καὶ πάλιν ὁ μαθητὴς τοῦ εὐαγγελίου πῶς μιμεῖται τὸν τοῦ εὐαγγελίου δεσπότην; Ὁ μὲν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίων καὶ πίνων ἀπελογεῖτο τοῖς ὀνειδίζουσιν ὡς κατὰ φιλανθρωπίαν τοῦτο ποιῶν, ὁ δὲ ἄγος κρίνει καὶ μίασμα τὴν ἐπὶ τραπέζης κοινωνίαν. 249.25 Μετὰ τὸν κόπον ἐκεῖνον ὃν ἐκ τῆς ὁδοιπορίας ὑπέστημεν, μετὰ τὸ θάλπος τὸ τοσοῦτον ἐν ᾧ ὑπαίθριοι ταῖς θύραις αὐτοῦ προσκαθήμενοι κατεφρύ- γημεν, μετὰ τὴν σκυθρωπὴν ἐκείνην κατήφειαν ἣν ἐν ὀφθαλμοῖς αὐτοῦ γεγονότες ἀνέτλημεν, ἀποπέμπεται ἡμᾶς πάλιν ἐπὶ τὸ αὐτὸ διάστημα διὰ τῆς αὐτῆς ὁδοῦ ταλαιπωροῦντας ἐν ἐκλελοιπότι ἤδη καὶ καταπεπονημένῳ τῷ σώματι· ὥστε μόλις ἡμᾶς περὶ δείλην ὀψίαν, πολλὰ διὰ μεσοῦ κακοπαθήσαντας, καταλαβεῖν τὴν συνοδίαν· καὶ γάρ τι καὶ νέφος ἐκ λαίλαπος κατὰ τὸ ἀθρόον ἐν τῷ ἀέρι γενόμενον αὐτῶν τῶν μυελῶν ἡμῶν λάβρῳ τῷ ὄμβρῳ καθίκετο· ἀπαράσκευοι γὰρ ἦμεν διὰ τὸ ὑπερβάλλον θάλπος ὡς πρὸς ὑετοῦ φυλακήν. 249.26 Πλὴν ἀλλὰ κατὰ Θεοῦ χάριν, ὡς οἱ ἀπὸ κλύδωνος ἢ ναυαγίου περισωθέντες, ἄσμενοι τὴν συνοδίαν ἡμῶν κατελάβομεν, καὶ ἀναπαυσά-μενοι τὴν νύκτα μετὰ ἀλλήλων, ζῶντες μέχρι τῶν ἡμετέρων διεσώθημεν τόπων, τοῦτο προσλαβόντες ἐκ τῆς συντυχίας, ὅτι πάντων τῶν πρότερον γεγονότων ἡ ἔναγχος γενομένη καθ' ἡμῶν ὕβρις τὴν μνήμην ἀνενεώσατο. 249.27 Καί τι ἀναγκαζόμεθα λοιπὸν καὶ ὑπὲρ ἡμῶν βουλεύσασθαι, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ ἐκείνου· τὸ γὰρ μὴ ἀνακοπῆναι αὐτοῦ τὴν προαίρεσιν ἐν τοῖς