73
ἐπίστευσαν. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν γέγονεν, οἷον ἐπὶ τοῦ Ναβουχοδονόσορ· εἶδεν αἰνοῦντας τὸν Θεὸν ἐπὶ τῆς καμίνου τοὺς παῖδας, καὶ τότε εἰς ἔκπληξιν ἦλθε. ∆έον τοίνυν καὶ τούτους ἐρωτῆσαι πρῶτον, Πῶς ἐξήλθετε, οἱ δὲ ὡς οὐδενὸς γενομένου ἐρωτῶσι λέγοντες· Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαβεῖν; Καὶ ὅρα, πῶς δι' ἑτέρων μανθάνουσιν ἅπαντα. Ὁρῶσι γὰρ κεκλεισμένην τὴν φυλακὴν μετὰ ἀσφαλείας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν. Ἀκούσαντες δὲ, εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς, καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον, καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ· καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. Παραγενόμενοι δὲ οἱ ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες 60.106 δὲ ἀπήγγειλαν, λέγοντες, ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν· ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. ∆ιπλῆ ἡ ἀσφάλεια ὥσπερ ἐπὶ τοῦ τάφου, καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι. Ὅρα, πῶς ἦσαν θεομάχοι. Ταῦτα ἀνθρώπινα, εἰπέ μοι, τὰ ἐπ' αὐτῶν γενόμενα; Τίς αὐτοὺς ἐξήγαγε τῶν θυρῶν κεκλεισμένων; πῶς ἐξῆλθον τῶν φυλάκων πρὸ τῶν θυρῶν ἑστώτων; Ὄντως μαινομένων καὶ μεθυόντων τὰ ῥήματα. Οὓς οὐ κατέσχε φυλακὴ, καὶ δεσμὰ, καὶ θύραι κεκλεισμέναι, τούτων προσεδόκησαν περιέσεσθαι, παίδων ἀνοήτων πρᾶγμα παθόντες. Οἱ ὑπηρέται γοῦν αὐτῶν διὰ τοῦτο παραγίνονται, καὶ ὁμολογοῦσι τὸ γεγονὸς, ἵνα πᾶσαν αὐτοῖς ἀποκλείσωσι πρόφασιν. Ὁρᾷς σημεῖα ἐπὶ σημείοις διάφορα, τὰ μὲν ὑπ' αὐτῶν, τὰ δὲ εἰς αὐτοὺς γενόμενα, ἃ καὶ λαμπρότερα ἦν; Καλῶς οὐδὲ εὐθέως αὐτοῖς ἐμηνύθη, ἀλλὰ πρότερον ἐν ἀπορίᾳ γεγονόσιν, ἵνα διασκεψάμενοι θείαν εἶναι δύναμιν, οὕτω μάθωσιν ἅπαντα. Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἀρχιερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς, ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις, ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαὸν, ἵνα μὴ λιθασθῶσιν. Ὢ τῆς ἀνοίας! Ἐφοβοῦντο, φησὶ, τὸν ὄχλον. Τί γὰρ αὐτοὺς ὁ ὄχλος ὠφέλει; ∆έον τὸν Θεὸν φοβηθῆναι τὸν καθάπερ πτηνοὺς ἀεὶ τῶν χειρῶν αὐτοὺς ἐξαρπάζοντα τῶν ἐκείνων· οἱ δὲ μᾶλλον τὸν ὄχλον φοβοῦνται. Ὁ δὲ ἀρχιερεὺς ἐπηρώτησεν αὐτοὺς, λέγων· Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Τί οὖν οἱ ἀπόστολοι; Πάλιν μετ' ἐπιεικείας αὐτοῖς διαλέγονται· καίτοι γε ἐνῆν εἰπεῖν· Τίνες γάρ ἐστε ὑμεῖς ἀντιδιαταττόμενοι τῷ Θεῷ; Ἀλλὰ τί; Πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς, καὶ μετὰ ἐπιεικείας πολλῆς ἀποκρίνονται. Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πολλὴ ἡ φιλοσοφία καὶ τοιαύτη, ὅτι ἐντεῦθεν δεικνύουσι καὶ αὐτοὺς μαχομένους τῷ Θεῷ. Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. Ὃν ὑμεῖς ἀνείλετε, φησὶν, ὁ Θεὸς ἤγειρε. Καὶ ὅρα, τῷ Πατρὶ τὸ πᾶν πάλιν ἀνατιθέασιν, ἵνα μὴ δόξῃ ἀλλότριος εἶναι τοῦ Πατρός. Καὶ ὕψωσε, φησὶ, τῇ δεξιᾷ αὐτοῦ. Οὐχ ἁπλῶς τὴν ἀνάστασιν τοῦτο μόνην, ἀλλὰ καὶ τὴν ὕψωσιν, τουτέστι, τὴν ἀνάληψιν, δηλοῖ. Τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραήλ. 60.107 βʹ. Ὅρα πάλιν τὸ κέρδος καὶ ἐν τάξει ἀπολογίας διδασκαλίαν ἀπηρτισμένην. Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων. Πολλὴ ἡ παῤῥησία. Εἶτα ἀξιόπιστον [λοιπὸν] τὸν λόγον ποιῶν, ἐπήγαγε· Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. Ὁρᾷς, πῶς οὐχὶ μόνον τῇ ἑαυτῶν, ἀλλὰ καὶ τῇ τοῦ Πνεύματος μαρτυρίᾳ κέχρηνται; Καὶ οὐκ εἶπον, Ὃ ἔδωκεν ἡμῖν, ἀλλὰ, Τοῖς πειθομένοις· ἅμα μὲν μετριάζοντες, ἅμα δὲ μέγα αὐτὸ