75
προσευχῇ, καὶ ἐλπίζοντες ἐπὶ τὴν ἄνωθεν ῥοπήν. Καὶ σὺ ἐλπίζεις, ἀγαπητὲ, βασιλείαν οὐρανῶν, ἀλλ' οὐδὲν ὑπομένεις; καὶ σὺ Πνεῦμα ἔλαβες, ἀλλ' οὐ τοιαῦτα πάσχεις, οὐδὲ κινδυνεύεις; Ἐκεῖνοι δὲ, πρὶν ἢ τῶν προτέρων ἀναπνεῦσαι, πάλιν ἐφ' ἕτερα ἤγοντο. Καὶ τοῦτο δὲ αὐτὸ τὸ μὴ τυφωθῆναι, τὸ μὴ κενοδοξῆσαι, πόσον ἐστὶν ἀγαθόν! τὸ μετὰ ἐπιεικείας διαλέγεσθαι, πόσον ἐστὶ κέρδος! Οὐ γὰρ δὴ πάντα τῆς χάριτος ἦν, ἀλλὰ καὶ τῆς αὐτῶν σπουδῆς πολλὰ τὰ τεκμήρια. Τὸ γὰρ ἐν αὐτοῖς τὰ τῆς χάριτος διαλάμπειν, τῆς αὐτῶν ἐπιμελείας ἦν. γʹ. Ὅρα γοῦν εὐθὺς ἐξ ἀρχῆς, πῶς μεμεριμνημένος ὁ Πέτρος ἐστὶ, πῶς νήφων καὶ ἐγρηγορὼς, πῶς οἱ πιστεύσαντες τὰ χρήματα ἔῤῥιψαν. Οὐδὲν ἴδιον εἶχον, ἐν εὐχῇ ἦσαν, ὁμόνοιαν ἐπεδείκνυντο, ἐν νηστείαις διῆγον. Ταῦτα ποίας χάριτος; εἰπέ μοι. ∆ιὰ τοῦτο καὶ δι' αὐτῶν ποιεῖ γενέσθαι τὸν ἔλεγχον τῶν ὑπηρετῶν αὐτῶν· οἳ καὶ ὥσπερ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον οἱ πεμφθέντες, Οὐδέποτε οὕτως ἄνθρωπος ἐλάλησεν ὡς οὗτος ὁ ἄνθρωπος, ἀπήγγειλαν ὑποστρέψαντες ἅπερ εἶδον. Σὺ δέ μοι σκόπει ἐνταῦθα καὶ αὐτῶν τὴν ἐπιείκειαν, πῶς εἴκουσι, καὶ τοῦ ἀρχιερέως τὴν πεπλασμένην γνώμην. Ἐπιεικῶς γὰρ δῆθεν αὐτοῖς διαλέγεται, ἅτε φοβούμενος, καὶ κωλῦσαι μᾶλλον ἐβούλετο, ἢ ἀνελεῖν, ἐπειδὴ τοῦτο οὐκ ἠδύνατο. Καὶ ὥστε πάντας κινῆσαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς ἐπικρεμάσαι τὸν κίνδυνον, Βούλεσθε, φησὶν, ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Ἔτι ἄνθρωπος εἶναί σοι δοκεῖ; Οὕτως εἶπε, δεικνὺς, ὅτι ἀναγκαία ἡ παρακέλευσις γέγονεν αὐτοῖς. Ἀλλ' ὅρα καὶ τὸν Πέτρον, τί φησιν· Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁμαρτιῶν. Ἐνταῦθα οὐ μέμνηται τῶν ἐθνῶν, ἵνα μὴ δῷ λαβήν. Καὶ ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτούς. Ὅρα πάλιν τούτους ἐν ἀπορίᾳ, τούτους ἐν ὀδύνῃ· ἐκείνους δὲ ἐν ἀνέσει καὶ εὐθυμίᾳ καὶ ἐν τρυφῇ. Οὐχ ἁπλῶς ὠδυνῶντο, ἀλλὰ ∆ιεπρίοντο. Τοῦτό ἐστιν ἄρα τὸ, κακῶς παθεῖν τὸ κακῶς ποιεῖν· καθάπερ καὶ ἐνταῦθα ἔστιν ἰδεῖν. Ἐν δεσμοῖς ἦσαν οὗτοι, παρειστή 60.109 κεισαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες ἦσαν ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ. Καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγήν· οὕτω δὴ καὶ οὗτοι. Ἀλλ' ἑώρων οὐ μόνον οὐκ ἐμποδιζομένην αὐτῶν τὴν παῤῥησίαν, ἀλλὰ καὶ μᾶλλον αὐξόμενον τὸ κήρυγμα, καὶ ἀκαταπλήκτως διαλεγομένους αὐτοὺς, καὶ μὴ παρέχοντας λαβάς. Μιμησώμεθα τούτους δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, καὶ ἀκατάπληκτοι ἐν πᾶσι γενώμεθα τοῖς δεινοῖς. Οὐκ ἔστι δεινόν τι τῷ φοβουμένῳ τὸν Θεὸν, ἀλλ' ἐν τοῖς μὴ φοβουμένοις ἐστὶ τὰ δεινά. Ὁ γὰρ τῶν παθῶν δι' ἀρετῆς ἀνώτερος γινόμενος, καὶ ὥσπερ σκιὰν τὰ παρόντα παρατρέχων πράγματα, πῶς ὑπό τινος πείσεται δεινόν; τίνα δὲ φοβηθήσεται; ἢ τί τὰ δεινὰ λογιεῖται; Οὐκοῦν καταφύγωμεν ἐπὶ ταύτην τὴν πέτραν τὴν ἄσειστον. Εἰ πόλιν ἡμῖν τις κατεσκεύαζε, καὶ τεῖχος περιετίθει· μᾶλλον δὲ εἰ ἀπῴκιζεν ἡμᾶς εἰς γῆν, ἔνθα μηδεὶς ἦν ὁ ἐνοχλῶν, καὶ πᾶσαν ἐκεῖ παρεῖχε τὴν ἀφθονίαν, οὐκ ἀφεὶς πρὸς οὐδένα πρᾶγμα ἔχειν, οὐκ ἂν ἡμᾶς ἐν τοσαύτῃ κατέστησεν ἀσφαλείᾳ, ἐν ὅσῃ νῦν ὁ Χριστός. Ἔστω γοῦν, εἰ βούλει, καὶ ἡ πόλις χαλκῆ, τεῖχος πάντοθεν ἔχουσα καρτερὸν καὶ ἀνάλωτον· μηδεὶς αὐτῇ προσκείσθω πολέμιος, ἄφθονον ἐχέτω γῆν καὶ λιπαράν· παρέστω δὲ καὶ ἡ τῶν ἄλλων ἀφθονία πραγμάτων· ἔστωσαν καὶ πολῖται ἥμεροι καὶ προσηνεῖς, καὶ μηδεὶς ἐκεῖ φαινέσθω κακοῦργος ἀνὴρ, μὴ κλέπτης, μὴ λωποδύτης, μὴ συκοφάντης, μὴ δικαστήριον, ἀλλὰ συναλλάγματα ἁπλῶς· καὶ ταύτην οἰκῶμεν τὴν πόλιν· οὐκ ἦν οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ ζῇν. ∆ιὰ τί; Ὅτι καὶ πρὸς οἰκέτας, καὶ πρὸς γυναῖκα, καὶ πρὸς παιδία ἀνάγκη διαφέρεσθαι, καὶ πολλῆς ἀθυμίας εἶναι ὑπόθεσιν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· οὐ γὰρ ἦν, οὐκ ἦν τὸ λυποῦν οὐδὲ τὸ παρέχον ἀθυμίαν τινά. Ἀλλὰ τὸ θαυμαστὸν, αὐτὰ δὴ τὰ δοκοῦντα παρέχειν ἀθυμίαν, ταῦτα πάσης ἐγίνετο χαρᾶς καὶ εὐφροσύνης αἴτια. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν ἔμελλον ἀλύειν ἐκεῖνοι; τίνος δὲ ἕνεκεν δυσχεραίνειν; Βούλει παραγάγωμέν τινα ἐν τῷ μέσῳ; Ἔστω τις ἀπὸ ὑπάτων,