78
αὐτὴν ἀθετῆσαι. Τί δι' ὅρκον πεπόνθασιν αἱ φυλαὶ ἐπὶ τῆς Βενιαμὶν φυλῆς; τί δι' ὅρκον πέπονθεν ὁ Σαούλ; Ὁ μὲν γὰρ ἐπιώρκησεν, ὁ δὲ Ἡρώδης καὶ τῆς ἐπιορκίας χεῖρον εἰργάσατο, τὸν φόνον. Πάλιν ὁ Ἰησοῦς διὰ τὸν ὅρκον ἐπὶ τῶν Γαβαωνιτῶν οἷα πέπονθεν ἔγνως. Σατανικὴ γὰρ ὄντως ἐστὶ παγὶς τὸ ὀμνύναι. ∆ιαῤῥήξωμεν τοίνυν τὰ σχοινία, καὶ ἐν εὐκολίᾳ καταστήσομεν ἑαυτοὺς πάσης φυλακῆς. Ἀπαλλαγῶμεν τῆς σατανικῆς παγίδος· φοβηθῶμεν τὴν ἐντολὴν τὴν ∆εσποτικήν· εἰς συνήθειαν ἀρίστην ἑαυτοὺς ἐμβάλωμεν· ἵνα ὁδῷ προβαίνοντες, καὶ ταύτην καὶ τὰς λοιπὰς ἐντολὰς κατορθώσαντες, τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.111 ΟΜΙΛΙΑ Ι∆ʹ. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ
τοὺς ἀν θρώπους γενέσθαι. αʹ. Οὗτος ὁ Γαμαλιὴλ, Παύλου διδάσκαλος ἦν. Καὶ θαυμάσαι ἄξιον, πῶς καὶ
τὰς κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθὴς ὢν, οὐδέπω ἐπίστευσεν. Οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύσαντα δι' ὅλου. Καὶ δῆλον ἐκ τῶν ῥημάτων αὐτοῦ, δι' ὧν συμβουλεύει. Ἐκέλευσε γὰρ, φησὶν, ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι. Ὅρα τὴν σύνεσιν τῆς δημηγορίας, καὶ πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐσέβαλεν. Ὥστε δὲ μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ τῇ σφοδρότητι κέχρηται, ἀλλ' ὡς ὑπὸ τοῦ θυμοῦ μεθύουσιν, οὕτω φησίν· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς, ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. Μὴ ἁπλῶς, φησὶ, μηδὲ ὡς ἔτυχε 60.112 φέρεσθε. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων, εἶναί τινα ἑαυτὸν, ᾧ προσεκολλήθη ἀριθμὸς ἀνδρῶν ὡς τετρακοσίων· ὃς ἀνηρέθη· καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. Ἀπὸ παραδειγμάτων αὐτοὺς σωφρονίζει, καὶ τὸν πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραμυθούμενος αὐτούς. Πρὸ μὲν οὖν τοῦ τὰ παραδείγματα εἰπεῖν, λέγει, Προσέχετε ἑαυτοῖς· ἐπειδὴ δὲ ἔδειξεν, ἀποφαίνεται λέγων· Καὶ τὰ νῦν λέγω ὑμῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν ἱκανὸν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Καὶ τανῦν λέγω ὑμῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐτούς· ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτό. 60.113 Ὡσεὶ ἔλεγεν· Ἀνάσχεσθε, καὶ ἐὰν ἐξ ἑαυτῶν καὶ οὗτοι συνέστησαν, οὐδὲν κωλύσει καὶ αὐτοὺς καταλυθῆναι. Μήποτε καὶ Θεομάχοι εὑρεθῆτε. Καὶ διὰ τοῦ ἀδυνάτου, καὶ διὰ τοῦ ἀσυμφόρου ἀποτρέπει αὐτούς. Οὐκ εἶπε δὲ ὑπὸ τίνος ἀνῃρέθησαν, ἀλλ' ἁπλῶς, ὅτι διελύθησαν, τάχα ὡς παρέλκον. ∆ι' ὧν δὲ ὑποτίθησι, διδάσκει, ὅτι Εἰ μὲν ἀνθρώπινον τὸ ἔργον, οὐδὲν δεήσει πραγμάτων ὑμῖν· εἰ δὲ θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι. Οὕτω γοῦν καὶ ὁ λόγος συνετὸς ἔδοξεν, ὅτι καὶ ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον. Ἐπείσθησαν γὰρ αὐτῷ, φησί· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. Ὅρα, μετὰ πόσα μαστίζονται θαύματα. Καὶ ὅμως πάλιν ἡ διδασκαλία ἐπετείνετο· καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι, πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ