1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

79

καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Οὐκ ἐν ἐκείναις πάντως λέγει ταῖς ἡμέραις· ἀλλ' ἐπεὶ συνήθεια τοιαύτη ἐστὶ τῇ Γραφῇ, καὶ τὰ μέλλοντα συμβαίνειν ὡς ἐφεξῆς γινόμενα λέγει, διὰ τοῦτο οὕτως εἶπεν. Ἑλληνιστὰς δὲ οἶμαι καλεῖν, τοὺς Ἑλληνιστὶ φθεγγομένους· οὗτοι γὰρ Ἑλληνιστὶ διελέγοντο Ἑβραῖοι ὄντες. Ἰδοὺ καὶ ἄλλος πειρασμός· μᾶλλον δὲ καὶ σὺ, εἰ βούλει σκοπεῖν, ὄψει καὶ ἔσωθεν καὶ ἔξωθεν τοὺς πολέμους ὄντας ἐξ ἀρχῆς. Προσκαλεσάμενοι δὲ, φησὶ, οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Καλῶς· τῶν γὰρ ἀναγκαίων τὰ ἀναγκαιότερα προτιμότερα. Ὅρα δὲ, πῶς εὐθέως καὶ τούτων πρόνοιαν ποιοῦνται, καὶ τοῦ κηρύγματος οὐκ ἀμελοῦσιν. Ὡς αἰδεσιμώτεροι δὲ ἐκεῖνοι ἦσαν, διὸ καὶ προκρίνονται. Ἐπισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου. Ἄρα καὶ ἐκεῖνοι πλήρεις πίστεως ἦσαν, οὓς καὶ ἐξελέξαντο, ἵνα μὴ τὰ αὐτὰ γένηται, οἷα ἐπὶ Ἰούδα, οἷα ἐπὶ Ἀνανίου καὶ Σαπφείρας. Καὶ Φίλιππον, καὶ Πρόχορον καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι, ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος τοῦ Κυρίου ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα· πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἄνδρες, προσέχετε ἑαυτοῖς. Ὅρα δή μοι τὸν Γαμαλιῆλον ἐνταῦθα πῶς μετ' ἐπιεικείας διαλέγεται καὶ βραχέα διέξεισι πρὸς αὐτοὺς, καὶ οὐ λέγει παλαιὰ διηγήματα, καίτοι γε ἔχων, ἀλλὰ νεώτερα, ἃ μάλιστα πρὸς πίστιν ἦσαν ἰσχυρά. ∆ιὸ καὶ μετ' ἐπικρύψεως αἰνίττεται λέγων· Πρὸ γὰρ τούτων 60.114 τῶν ἡμερῶν· μονονουχὶ δηλῶν, ὡς οὐ πρὸ πολλῶν. Εἰ μὲν οὖν εὐθέως εἶπεν, Ἄφετε τοὺς ἄνδρας, καὶ αὐτὸς ἔδοξεν ὕποπτος ἂν, καὶ ὁ λόγος οὕτως οὐκ ἦν ἰσχυρός· μετὰ δὲ τῶν παραδειγμάτων τὴν οἰκείαν ἰσχὺν ἐλάμβανε. ∆ιὰ τοῦτο οὐδὲ ἑνὸς μέμνηται, ἀλλὰ καὶ δευτέρου, καίτοι εἶχεν εἰπεῖν καὶ τρίτον, ἐκ περιουσίας καὶ ἑαυτὸν καλῶς λέγοντα δεικνὺς, κἀκείνους ἀπάγων τῆς φονικῆς προαιρέσεως. Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων. βʹ. Ὅρα, πῶς τὸ ἦθος ἐπιεικής. Καὶ οὔτε μακρὸν τὸν λόγον, ἀλλὰ σύντομον ποιεῖ· οὔτε ἐκείνων μετὰ θυμοῦ μέμνηται. Καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Τοῦτο λέγων, οὐδὲν εἰς Χριστὸν βλασφημεῖ, ἀλλ' ὃ βούλεται μάλιστα, κατορθοῖ. Ἐὰν ᾖ, φησὶν, ἐξ ἀνθρώπων, καταλυθήσεται. Ἐνταῦθα καὶ συλλογίζεσθαί μοι αὐτοὺς δοκεῖ, καὶ λέγειν· Οὐκοῦν ἐπεὶ οὐ κατελύθη, οὐκ ἔστιν ἀνθρώπινον. Μήποτε καὶ Θεομάχοι εὑρεθῆτε. Τοῦτο εἶπε, τῷ ἀδυνάτῳ καὶ ἀσυμφόρῳ καταστέλλων αὐτούς. Εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε. Οὐκ εἶπεν, Ἐὰν ᾖ Θεὸς ὁ Χριστός· τὸ γὰρ ἔργον τοῦτο ἐδήλου· οὐδ' ἀπεφήνατο, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὔτε ὅτι θεῖον, ἀλλὰ τῷ μέλλοντι καιρῷ τὴν πίστιν ἐπέτρεψεν, ὥστε πεῖσαι. Καὶ εἰ ἔπεισε, τίνος ἕνεκεν, φησὶν, ἐμάστιξαν; Τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον· ὅμως δὲ τὸν θυμὸν ἐπλήρουν τὸν οἰκεῖον· ἄλλως δὲ καὶ πάλιν ταύτῃ φοβήσειν προσεδόκησαν. Καὶ τῷ μὴ παρόντων δὲ αὐτῶν ταῦτα λέγειν, ἐπεσπάσατο μᾶλλον αὐτούς· καὶ ἡ γλυκύτης δὲ τῶν λόγων, καὶ τὸ δίκαιον τῶν λεγομένων ἔπειθε. Μόνον γὰρ οὐχὶ ἐκήρυττε καὶ οὗτος τὸ Εὐαγγέλιον· μᾶλλον δὲ μονονουχὶ τοιαῦτα δικαιολογούμενος πρὸς αὐτοὺς ἀποτείνεται· Ἐπείσθητε, ὅτι οὐκ ἰσχύσατε καταλῦσαι. ∆ιὰ τί οὐκ ἐπιστεύσατε; Οὕτω μέγα τὸ κήρυγμα, ὅτι καὶ παρὰ τῶν ἐχθρῶν ἡ μαρτυρία. Ἐκεῖ τετρακόσιοι ἀνέστησαν, καὶ μετὰ τοῦτο ἱκανὸς ὄχλος· ὧδε δώδεκα ἦσαν οἱ πρῶτοι. Μὴ οὖν ὑμᾶς πτοείτω τὸ πλῆθος τὸ προσγενόμενον.