80
Ἐὰν γὰρ ᾖ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται. Εἶχε καὶ Αἰγύπτιον εἰπεῖν ἕτερον, ἀλλὰ περιττὸς λοιπὸν ἦν ὁ λόγος αὐτοῦ. Εἶδες, πῶς τῷ φοβερῷ τὸν λόγον κατέκλεισε; ∆ιὸ καὶ οὐκ ἀποφαίνεται ἁπλῶς, ἵνα μὴ δόξῃ ὑπὲρ αὐτῶν λέγειν· ἀλλ' ἀπὸ τῆς τοῦ πράγματος ἐκβάσεως συλλογίζεται. Οὐκ ἐτόλμησε δὲ ἀποφήνασθαι, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὐδὲ ὅτι ἐκ Θεοῦ· ἐπειδὴ εἰ εἶπεν, ὅτι ἐκ Θεοῦ, ἀντέλεγον ἄν· εἰ δὲ ἐξ ἀνθρώπων, πρόχειροι πάλιν εἰς τὸ ἐπαναστῆναι ἐγίνοντο. ∆ιὰ τοῦτο αὐτοὺς περιμεῖναι τὸ τέλος κελεύει, εἰπών· Ἀπόστητε. Οἱ δὲ ἀπειλοῦσι πάλιν, εἰδότες μὲν, ὅτι οὐδὲν ἀνύουσι, ποιοῦντες δὲ τὸ αὑτῶν. Τοιοῦτον γὰρ ἡ κακία, ἀδυνάτοις πολλάκις ἐπιχειρεῖ. Μετὰ δὲ τοῦτον ἀνέστη Ἰούδας. Ταῦτα τοῖς τοῦ Ἰωσήπου βιβλίοις ἐγκύψαντες μαθήσεσθε ἀκριβέστερον· ἐκεῖνος γὰρ τὴν τούτων ἱστορίαν συντάττων ἀκριβῶς ἱστορεῖ. Εἶδες, ἡλίκον ἐτόλμησεν εἰπεῖν, ὅτι Ἐκ Θεοῦ, ὅτε λοιπὸν ἀπὸ τῶν πραγμάτων τὴν πίστιν ἔλαβεν. Ὄντως πολλὴ ἡ παῤῥησία, πολὺ τὸ ἀπροσωπόληπτον. Ἐπείσθησαν δὲ αὐτῷ, φησί. Καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες ἀπέλυσαν αὐτούς. Ἠδέσθησαν τὴν δόξαν τοῦ ἀνδρός· διὸ καὶ τοῦ ἀνελεῖν μὲν τοὺς ἀποστόλους ἀφίστανται· μαστίξαντες δὲ μόνον αὐτοὺς ἀπολύουσιν. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ 60.115 τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Πόσων σημείων τοῦτο οὐ θαυμασιώτερον! Οὐδαμοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἱερεμίας ἐμαστίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν, καὶ τοῖς ἄλλοις· ἀλλ' ἐνταῦθα καὶ ἀπὸ τούτου, οὐκ ἀπὸ τῶν σημείων μόνον, τὴν δύναμιν ἐπεδείκνυντο τοῦ Θεοῦ. Οὐκ εἶπεν, ὅτι οὐκ ἤλγουν, ἀλλ' ὅτι καὶ ἀλγοῦντες ἔχαιρον. Πόθεν δῆλον; Ἐκ τῆς μετὰ ταῦτα παῤῥησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύττοντες. ∆ιὸ καὶ τοῦτο δηλῶν, Ἐν τῷ ἱερῷ, φησὶ, καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡμέραις ταύταις. Ποίαις ἡμέραις; Ὅτε ταῦτα ἐγίνετο, ὅτε μάστιγες, ὅτε ἀπειλαὶ, ὅτε ἐπληθύνοντο οἱ μαθηταὶ, τότε Γογγυσμὸς γίνεται. Ἀπὸ τοῦ πλήθους δὲ τάχα συνέβη· οὐ γὰρ ἔστιν ἀκρίβειαν ἐν πλήθει εἶναι. Καὶ πολὺς ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Τοῦτο αἰνιττομένου ἐστὶ καὶ δεικνύντος, ὅτι ἀφ' ὧν ὁ κατὰ Χριστοῦ θάνατος ἐσκευάσθη, πολλοὶ ἀπὸ τούτων πιστεύουσιν. Ἐγένετο, φησὶ, γογγυσμὸς, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Ἄρα καθημερινὴ διακονία ἦν ταῖς χήραις. Καὶ ὅρα, πῶς καὶ οὗτος διακονίαν καλεῖ, καὶ οὐ ταχέως ἐλεημοσύνην· ἅμα καὶ τοὺς διδόντας, καὶ τοὺς λαμβάνοντας διὰ τούτου ἐπαίρων. Τοῦτο οὐ κακίας ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥᾳθυμία. ∆ιὰ τοῦτο καὶ προὔθηκεν αὐτὸ εἰς μέσον (οὐ μικρὸν γὰρ κακὸν ἦν), ἵνα ταχέως καὶ διορθωθῇ. Ὁρᾷς, πῶς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν μόνον ἦν, ἀλλὰ καὶ ἔσωθεν; Σὺ δὲ μὴ τοῦτο μόνον ἴδῃς, ὅτι διωρθώθη, ἀλλ' ὅτι μέγα κακὸν ὄν. Ἐπισκέψασθε, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν ἑπτά. Οὐκ οἰκείᾳ γνώμῃ πράττουσιν, ἀλλὰ πρότερον ἀπολογοῦνται τῷ πλήθει. Οὕτω καὶ νῦν γίνεσθαι ἔδει. Οὐκ ἔστι, φησὶν, ἀρεστὸν καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Πρῶτον τὸ ἄτοπον τίθησι, δεικνὺς, ὡς οὐκ ἐνὸν μετὰ σπουδῆς ἀμφότερα γίνεσθαι· ἐπεὶ καὶ ὅτε τὸν Ματθίαν χειροτονεῖν ἔμελλον, πρῶτον τὴν χρείαν δεικνύουσι τοῦ πράγματος, ὅτι τε ἔλιπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα. Καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· καὶ οὔτε πρότερον ἐποίησαν, ἀλλὰ περιέμειναν γενέσθαι τὸν γογγυσμὸν, οὔτε μὴν ἠνέσχοντο ἐπὶ πολὺ τοῦτο συμβῆναι. γʹ. Καὶ ὅρα, τὴν κρίσιν αὐτοῖς ἐπιτρέπουσι, καὶ τοῖς πᾶσιν ἀρέσκοντας καὶ ὑπὸ πάντων μαρτυρουμένους ἐκείνους προβάλλονται. Ὅτε μὲν οὖν τὸν Ματθίαν ἔδει προβάλλεσθαι, ∆εῖ, ἔλεγον, τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ τῷ χρόνῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ τοιοῦτον ἦν τὸ πρᾶγμα. ∆ιὸ καὶ οὐ κλήρῳ αὐτὸ ἐπέτρεψαν, οὔτε πάλιν, δυνάμενοι αὐτοὶ ἐκλέξαι Πνεύματι κινούμενοι, τοῦτο ποιοῦσιν· ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας τὸ δοκοῦν μᾶλλον ἱστῶσιν. Ἄλλως δὲ τὸ