81
μὲν ὁρίσαι τὸν ἀριθμὸν, καὶ χειροτονῆσαι, καὶ τὸ ἐν χρείᾳ τοιαύτῃ, αὐτῶν ἦν· τὸ δὲ ἑλέσθαι τοὺς ἄνδρας ἐκείνοις ἐπιτρέπουσιν, ἵνα μὴ δόξωσιν αὐτοὶ χαρίζεσθαι· ἐπεὶ καὶ ὁ Θεὸς Μωσῇ ἐπιτρέπει ἑλέσθαι πρεσβυτέρους, οὓς οἶδε. Καὶ γὰρ σοφίας πολλῆς δεῖ ἐν ταῖς τοιαύταις οἰκονομίαις. Μὴ γὰρ δὴ νομίσητε, ἐπειδὴ λόγον οὐκ ἐγκεχείρισται, ὅτι οὐ χρείαν ἔχει σοφίας ὁ τοιοῦτος· χρῄζει γὰρ, καὶ πολλῆς. Ἡμεῖς δὲ, φησὶ, τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἀρχό 60.116 μενοι καὶ τελευτῶντες ἀπολογοῦνται. Προσκαρτερήσομεν, φασίν. Οὕτω γὰρ ἔδει, οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχεν, ἀλλὰ προσκαρτερεῖν. Καὶ ἤρεσε, φησὶν, ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ τοῦτο τῆς αὐτῶν σοφίας ἄξιον. Πάντες ἐπῄνεσαν τὸ λεχθέν· οὕτως ἦν συνετόν. Καὶ ἐξελέξαντο, φησὶ (πάλιν αὐτοὶ ἐκλέγονται), Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα· οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων. Καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Ἐκ τούτου δῆλον, ὅτι ἀφώρισαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ ἕλκουσιν, οὐχ οἱ ἀπόστολοι ἄγουσιν. Ὅρα, πῶς οὐκ ἔστι περιττὸς ὁ συγγραφεύς· οὐ γὰρ λέγει πῶς, ἀλλ' ἁπλῶς, ὅτι ἐχειροτονήθησαν διὰ προσευχῆς· τοῦτο γὰρ ἡ χειροτονία ἐστίν. Ἡ χεὶρ ἐπίκειται τοῦ ἀνδρὸς, τὸ δὲ πᾶν ὁ Θεὸς ἐργάζεται, καὶ ἡ αὐτοῦ χείρ ἐστιν ἡ ἁπτομένη τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ἐὰν ὡς δεῖ χειροτονῆται. Καὶ ὁ λόγος, φησὶ, τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν. Οὐχ ἁπλῶς εἶπε τοῦτο, ἀλλ' ἵνα δείξῃ, ὅση τῆς ἐλεημοσύνης ἡ ἰσχὺς καὶ τῆς διατάξεως. Καὶ μέλλει λοιπὸν διηγεῖσθαι τὰ κατὰ Στέφανον· διὸ καὶ τὰς αἰτίας αὐτῶν προτίθησι· Καὶ πολλοὶ, φησὶ, τῶν ἱερέων ὑπήκουον τῇ πίστει. Ἐπειδὴ γὰρ εἶδον τὸν ἄρχοντα καὶ διδάσκαλον ταῦτα ἀποφηνάμενον, ἀπὸ τῶν ἔργων λοιπὸν τὴν πεῖραν ἐλάμβανον. Καὶ θαυμάσαι ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν, πῶς οὐκ ἀπεδοκιμάσθησαν ὑπ' αὐτῶν οἱ ἀπόστολοι. Ὁποῖον δὲ ἄρα ἀξίωμα εἶχον οὗτοι, καὶ ποίαν ἐδέξαντο χειροτονίαν, ἀναγκαῖον μαθεῖν. Ἆρα τὴν τῶν διακόνων; Καὶ μὴν τοῦτο ἐν ταῖς Ἐκκλησίαις οὐκ ἔστιν, ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία· καίτοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ' οἱ ἀπόστολοι μόνον. Ὅθεν οὔτε διακόνων, οὔτε πρεσβυτέρων οἶμαι τὸ ὄνομα εἶναι δῆλον καὶ φανερόν· ἀλλὰ τέως εἰς τοῦτο ἐχειροτονήθησαν. Καὶ οὐχ ἁπλῶς ἐνεχειρίσθησαν, ἀλλ' ἐπεύξαντο αὐτοῖς γενέσθαι δύναμιν. Ὅρα δέ μοι, εἰ ἑπτὰ ἀνδρῶν ἐδέησεν εἰς τοῦτο, τοσαῦτα ἴσως ἐπέῤῥει χρήματα, τοσούτων χηρῶν πλῆθος ἦν. Ἄρα οὐχ ἁπλῶς αἱ εὐχαὶ ἐγίνοντο, ἀλλὰ μετὰ πολλῆς τῆς σχολῆς· καὶ τοῦτο, ὥσπερ τὸ κήρυγμα, οὕτως ἠνύετο· τὰ γὰρ πλείω ταύταις ἤνυον. Οὕτω τὰ πνευματικὰ ἐπελέγοντο, οὕτω καὶ πρὸς ἀποδημίας ἐστέλλοντο, οὕτως ἐνεχειρίσθησαν οὗτοι τὸν λόγον. Καὶ οὐ λέγει, οὐδὲ ἐπαίρει αὐτοὺς, ἀλλ' ὅτι τὸ δοθὲν ἀφεῖναι ἔργον, οὐκ ἀρεστόν. Οὕτως ἦσαν ἀπὸ Μωσέως παιδευθέντες μὴ πάντα αὐτοὶ μεταχειρίζειν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος, Μόνον τῶν πτωχῶν, φησὶν, ἵνα μνημονεύωμεν. Πῶς δὲ καὶ προῆγον τούτους, μάνθανε· Ἐνήστευον, προσεκαρτέρουν εὐχῇ. Τοῦτο καὶ νῦν γίνεσθαι ἔδει. Οὐχ ἁπλῶς δὲ πνευματικοὺς, ἀλλὰ Πνεύματος πλήρεις καὶ σοφίας εἶπε, δηλῶν, ὅτι μεγάλης φιλοσοφίας ἦν φέρειν κατηγορίας χηρῶν. Τί γὰρ ὄφελος, ὅταν μὴ κλέπτῃ μὲν, ἀπολλύῃ δὲ πάντα; ἢ θρασὺς ᾖ καὶ παροξύνηται; Καὶ ταύτῃ δὲ θαυμαστὸς ἦν ὁ Φίλιππος. Περὶ γὰρ αὐτοῦ φησι· Καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρ' αὐτῷ. Ὁρᾷς οὐδὲν ἀνθρωπίνως διοικούμενον; Καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλήμ. Ἐν Ἱεροσολύμοις ἐπεδί 60.117 δου τὸ πλῆθος. Τὸ θαυμαστὸν, ἔνθα ἐσφάγη ὁ Χριστὸς, ἐκεῖ ηὔξετο τὸ κήρυγμα. Καὶ οὐ μόνον οὐκ ἐσκανδαλίσθησάν τινες τῶν μαθητῶν, ὁρῶντες τοὺς μὲν ἀποστόλους μαστιζομένους, τοὺς δὲ ἀπειλοῦντας, ἄλλους τὸ Πνεῦμα πειράζοντας, ἑτέρους δὲ γογγύζοντας· ἀλλὰ μάλιστα καὶ προσετίθετο τῶν