82
πιστευσάντων ὁ ἀριθμός· οὕτως ἀπὸ τοῦ περὶ Ἀνανίαν συμβάντος ἐσωφρονίσθησαν, καὶ πλείων ὁ φόβος αὐτοῖς γέγονεν. Ὅρα δέ μοι, πῶς ἐπεδίδου τὸ πλῆθος. Μετὰ τοὺς πειρασμοὺς, τότε ἐπέδωκεν, οὐχὶ πρὸ τούτου. Σκόπει δὲ καὶ πόση φιλανθρωπία τοῦ Θεοῦ. Ἐξ ἐκείνων γὰρ τῶν ἀρχιερέων τῶν πρὸς φόνον τοὺς ὄχλους παροξυνόντων, τῶν τοιαῦτα βοώντων καὶ λεγόντων· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ἐκ τούτων Πολλοὶ, φησὶν, ὑπήκουον τῇ πίστει. δʹ. Αὐτοῦ τοίνυν καὶ ἡμεῖς γενώμεθα μιμηταί. Προσεδέξατο αὐτοὺς, καὶ οὐκ ἐξέβαλεν. Οὕτω τοὺς ἐχθροὺς ἀμειβώμεθα τοὺς τὰ μυρία ἡμᾶς ἐργασαμένους δεινά. Ὅπερ ἂν ἔχωμεν ἀγαθὸν, αὐτοῖς παρέχωμεν· μὴ παρέλθωμεν αὐτοὺς εὐποιοῦντες. Εἰ γὰρ τῷ παθεῖν κακῶς, ἐμπλῆσαι δεῖ τὸν θυμὸν αὐτῶν, πολλῷ μᾶλλον τῷ εὐποιῆσαι· τοῦτο γὰρ ἔλαττον ἐκείνου. Οὐκ ἔστι γὰρ ἴσον εὐποιῆσαι ἐχθρὸν, καὶ μείζονα θελῆσαι παθεῖν ἢ βούλεσθαι· ἀπὸ τούτου καὶ ἐπ' ἐκεῖνα ἥξομεν. Τοῦτο ἀξίωμα τῶν τοῦ Χριστοῦ μαθητῶν. Ἐσταύρωσαν αὐτὸν ἐλθόντα ἐπὶ εὐεργεσίᾳ τῇ αὐτῶν, τοὺς μαθητὰς αὐτοῦ ἐμάστιξαν, καὶ μετὰ ταῦτα εἰς τὴν αὐτὴν αὐτοὺς ἄγει τοῖς μαθηταῖς τιμὴν, ὁμοίως αὐτοῖς μεταδιδοὺς τῶν αὐτοῦ. Μιμηταὶ γενώμεθα, παρακαλῶ, τοῦ Χριστοῦ· κατὰ τοῦτο ἔστι μιμήσασθαι αὐτόν· τοῦτο ἴσον ποιεῖ τῷ Θεῷ, τοῦτο μεῖζον ἢ κατὰ ἄνθρωπόν ἐστιν. Ἐχώμεθα τῆς ἐλεημοσύνης· αὕτη παιδαγωγὸς καὶ διδάσκαλος ἐκείνης τῆς φιλοσοφίας ἐστίν. Ὁ μαθὼν ἐλεεῖν τὸν ἐν συμφορᾷ, μαθήσεται καὶ μὴ μνησικακεῖν· ὁ μαθὼν τοῦτο, καὶ ἐχθροὺς εὐεργετεῖν δυνήσεται. Μάθωμεν κατακλᾶσθαι τοῖς τῶν πλησίον κακοῖς, καὶ μαθησόμεθα καὶ τὰ κακὰ αὐτῶν φέρειν. Αὐτὸν ἐρωτήσωμεν τὸν κακῶς ἡμᾶς διατιθέντα, εἰ μὴ καταγινώσκει ἑαυτοῦ, εἰ μὴ ἐθέλοι φιλοσοφεῖν, εἰ μὴ θυμοῦ τὸ πᾶν εἶναί φησιν, εἰ μὴ μικροψυχίας, εἰ μὴ ταλαιπωρίας, εἰ μὴ βούλοιτο τῶν ὑβριζομένων εἶναι καὶ σιγώντων, ἀλλὰ μὴ τῶν ὑβριζόντων καὶ μαινομένων, εἰ μὴ θαυμάσας ἄπεισι τὸν παθόντα. Μὴ δὴ νομίσῃς, ὅτι τοῦτο εὐκαταφρονήτους ποιεῖ. Οὐδὲν οὕτως εὐκαταφρονήτους ποιεῖ, ὡς τὸ ὑβρίζειν· οὐδὲν οὕτως αἰδεσίμους, ὡς τὸ ὑβριζομένους φέρειν. Ὁ μὲν γάρ ἐστιν ὑβριστὴς, ὁ δὲ φιλόσοφος· καὶ ὁ μὲν ἀνθρώπου χείρων, ὁ δὲ ἀγγέλων ἴσος. Κἄν τε γὰρ ἐλάττων ἦν τοῦ ὑβρίζοντος, καὶ οὕτως, εἰ βούλοιτο, δυνατὸς ὑπῆρχεν ἀμύνασθαι. Ἄλλως δὲ καὶ ἐλεεῖται μὲν παρὰ πάντων οὗτος, ἐκεῖνος δὲ μισεῖται. Τί οὖν; οὐκ ἐντεῦθεν ἄρα πολλῷ βελτίων ἔσται οὗτος; Τῷ μὲν γὰρ ὡς μαινομένῳ, τούτῳ δὲ ὡς νοῦν ἔχοντι προσέξουσιν ἅπαντες. Ὅταν οὖν κακηγορῆσαί τινα ὑπό τινος ἀναγκάζῃ, εἰπὲ πρὸς αὐτόν· Οὐ δύναμαι αὐτὸν εἰπεῖν κακῶς· δέδοικα γὰρ μή πως οὐκ ἦν τοιοῦτος. Μάλιστα μὲν ἐν διανοίᾳ μὴ εἴπῃς· ἀλλὰ μηδὲ πρὸς ἄλλον. Μὴ ἐντύχῃς κατὰ τούτου τῷ Θεῷ· ἂν ἴδῃς κακῶς ἀκούοντα, ἄμυνον· εἰπὲ, τοῦ πάθους ἐστὶ τὰ ῥήματα, οὐ τοῦ ἀνδρός· εἰπὲ, τῆς ὀργῆς, οὐ τοῦ φίλου· τῆς μανίας, οὐ τῆς ψυχῆς. Ταῦτα λογιζώμεθα ἐφ' ἑκάστῳ τῶν ἁμαρτη 60.118 μάτων. Μὴ περιμείνῃς ἀναφθῆναι τὸ πῦρ, ἀλλὰ πρὸ τούτου κάτασχε· μὴ παροξύνῃς τὸ θηρίον, ἀλλὰ μηδὲ παροξυνθῆναι συγχωρήσῃς· οὐκ ἔτι γὰρ κύριος εἶ κατασχεῖν, ἂν ἡ φλὸξ ἀναφθῇ. Τί γὰρ εἶπεν; ἀνόητε καὶ μωρέ; Τίς οὖν ὑπεύθυνος τῷ ῥήματι, ὁ ἀκούων, ἢ ὁ λέγων; Ὁ μὲν γὰρ κἂν σφόδρα σοφὸς ᾖ, μωροῦ δόξαν ἔλαβεν· ὁ δὲ κἂν ἀνόητος ᾖ, σοφοῦ καὶ φιλοσόφου. Τίς ἀνόητος, εἰπέ μοι, ὁ ἑτέρῳ προφέρων τὰ οὐκ ὄντα, ἢ ὁ μηδὲ οὕτω κινηθείς; Εἰ γὰρ τὸ μηδὲ κινηθέντα κινεῖσθαι, φιλοσοφίας· τὸ μηδὲ κινοῦντος πλήττεσθαι, πόσης ἀνοίας! Οὔπω λέγω ποῖος ἀπόκειται τιμωρίας τόπος τοῖς τὰ τοιαῦτα ὀνειδίζουσι καὶ βλασφημοῦσι τὸν πλησίον. Ἀλλὰ τί; ἄτιμον καὶ ἐξ ἀτίμων, καὶ εὐτελῆ καὶ ἐξ εὐτελῶν εἶπεν; Πάλιν εἰς ἑαυτὸν τὸ ὄνειδος περιέτρεψεν. Ὁ μὲν γὰρ τίμιος φανεῖται καὶ αἰδέσιμος, ὁ δὲ εὐτελὴς ὄντως· τὸ γὰρ τὰ τοιαῦτα εἰς τάξιν ὀνείδους προφέρειν, γένους εὐτέλειαν λέγω, μικρᾶς ὄντως ψυχῆς· ὁ δὲ μέγας καὶ θαυμαστὸς ἔσται, ἅτε οὐδὲν ἡγούμενος τὸ τοιοῦτον, ἀλλ' οὕτω διακείμενος, ὡς ἂν εἰ ἤκουεν, ὅτι ἔχοι τι τῶν ἄλλων διαφέρον. Ἀλλὰ μοιχὸν καὶ τὰ ἄλλα ἐρεῖ; Ἐνταῦθα