1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

83

καὶ γελᾷν χρή· ὅταν γὰρ τὸ συνειδὸς μὴ βάλληται, οὐδὲ καιρὸν ἂν ἔχοι ὁ θυμός. Ἐννοήσαντας δὲ καὶ τίνα ἐξάγει εἰς μέσον πονηρὰ καὶ μιαρὰ ῥήματα, οὐδὲ οὕτως ἀλγεῖν χρή. Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα ἕκαστος μαθήσεσθαι, τοῦτο ἤδη ἐξεκάλυψεν· ἑαυτὸν λοιπὸν ἄπιστον πᾶσι κατέστησεν, ἅτε οὐκ εἰδότα συγκαλύπτειν τὰ τοῦ πλησίον κακὰ, καὶ ἑαυτὸν μᾶλλον ᾔσχυνεν ἢ ἕτερον, καὶ πάντα λιμένα προσέχωσε, τὰς εὐθύνας ἐποίησεν ἑαυτῷ φοβερὰς τοῦ μέλλοντος κριτηρίου. Οὐ γὰρ οὕτω τοῦτον, ὡς ἐκεῖνον ἀποστραφήσονται πάντες, ἅπερ ἐκκαλύψαι οὐκ ἐχρῆν ἀπαμφιάσαντα. Σὺ δὲ μηδὲν εἴπῃς ὧν σύνοιδας, ἀλλὰ σίγησον, εἰ βούλει τὴν λαμπρὰν δόξαν λαβεῖν. Οὐ γὰρ μόνον ἀνατρέψεις τὰ λεχθέντα, οὐδὲ καλύψεις, ἀλλὰ καὶ ἕτερον ἐργάσῃ καλόν· οὐκέτι ποιήσεις γὰρ κατὰ σαυτοῦ τὴν ψῆφον ἐνεχθῆναι. Ὁ δεῖνά σε κακῶς λέγει; Εἰπὲ σύ· Εἰ πάντα ᾔδει, οὐκ ἂν τοσαῦτα εἶπε μόνα. Ἐθαυμάσατε καὶ ἐξεπλάγητε τὸ λεχθέν; Ἀλλὰ μιμεῖσθαι χρή. ∆ιὰ γὰρ τοῦτο πάντα ὑμῖν τὰ ἔξωθεν εἰρημένα λέγομεν, οὐχ ὡς οὐκ ἐχουσῶν μυρία τοιαῦτα τῶν Γραφῶν, ἀλλ' ὡς μᾶλλον ἐντρέψαι δυναμένων τούτων· ἐπεὶ καὶ ἡ Γραφὴ οἶδε πρὸς ἐντροπὴν λέγειν, ὡς ὅταν λέγῃ· Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; Ὁ δὲ προφήτης Ἱερεμίας τοὺς τοῦ Ῥηχὰβ υἱοὺςπαρήγαγεν εἰς μέσον τὴν πατρικὴν ἐντολὴν παραβῆναι μὴ καταδεξαμένους. Εἶπον κακῶς οἱ περὶ Μαρίαν τὸν Μωσέα, καὶ τῆς κολάσεως αὐτοὺς εὐθέως ἐξῄτησε, καὶ οὐδὲ ὅσον μαθεῖν τινας, ὅτι ἐκδικίας ἔτυχε, συνεχώρησεν. Ἀλλ' οὐχ ἡμεῖς οὕτως· ἀλλὰ τοῦτο μάλιστα βουλόμεθα πάντας μαθεῖν, ὅτι οὐκ ἀτιμωρητὶ παρῆλθον. Μέχρι τίνος ἀπὸ γῆς πνέομεν; Οὐκ ἔνι μάχην ἐξ ἑνὸς συστῆναι μέρους. Τοὺς μαινομένους ἂν ἐξ ἑκατέρων τῶν μερῶν ἑλκύσῃς, μᾶλλον παροξυνεῖς· ἂν δὲ ἐκ δεξιᾶς ἢ ἐξ ἀριστερᾶς, ἔσβεσας τὸν θυμόν. Ὁ πλήττων ἂν μὲν ἔχῃ τὸν μὴ δεχόμενον, μᾶλλον ἐπαίρεται· ἂν δὲ εἴκοντα, μᾶλλον ἐκλύεται, καὶ εἰς αὐτὸν ἡ πληγὴ περιτρέπεται. Οὐ γὰρ οὕτως ἐκλύει τὴν δύναμιν τοῦ ἀνταγωνιστοῦ ἄνθρωπος παγκρατιάζειν εἰδὼς, ὡς ἄνθρωπος ὑβριζόμενος καὶ μὴ ἀνθυβρίζων. Αἰσχυνθεὶς γὰρ ἐκεῖνος λοιπὸν ἄπεισι καὶ καταγνωσθεὶς, πρῶτον μὲν ἐκ τοῦ συνειδότος, δεύτερον δὲ παρὰ τῶν ὁρώντων ἁπάντων. Καὶ παροι 60.119 μία δέ τίς ἐστιν, ὅτι δὴ Ὁ τιμῶν, ἑαυτὸν τιμᾷ. Ἄρα καὶ ὁ ὑβρίζων, ἑαυτὸν ὑβρίζει. Οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται, πάλιν ἐρῶ, ἐὰν μὴ ἡμεῖς ἑαυτούς· οὔτε πένητά μέ τις ἐργάσεται, ἐὰν μὴ ἐγὼ ἐμαυτόν. Φέρε γὰρ, οὕτω σκεψώμεθα· Ἔστω μοι ψυχὴ πενιχρὰ, καὶ πάντες κενούτωσαν εἰς ἐμὲ τὰ χρήματα· τί τοῦτο; Ἕως ἂν ἐκείνη μὴ μεταβάληται, πάντα μάτην. Ἔστω μοι ψυχὴ μεγάλη, καὶ πάντες λαμβανέτωσαν τὰ χρήματα· τί τοῦτο; Ἕως ἂν ἐκείνην μὴ ποιήσῃς πενιχρὰν, οὐδὲν βλάβος. Ἔστω μοι βίος ἀκάθαρτος, καὶ πάντες τἀναντία λεγέτωσαν περὶ ἐμοῦ· τί τοῦτο; Κἂν γὰρ λέγωσιν, ἀλλ' οὐχὶ καὶ ἐν διανοίᾳ ταῦτα ψηφίζονται. Πάλιν ἔστω μοι βίος καθαρὸς, καὶ πάντες τἀναντία λεγέτωσαν· καὶ τί τοῦτο; Ἐν γὰρ τῷ συνειδότι ἑαυτῶν καταγνώσονται· οὐ γὰρ δὴ πεπεισμένοι λέγουσιν. Ὥσπερ γὰρ τὰς εὐφημίας οὐ δεῖ προσίεσθαι, οὕτως οὐδὲ τὰς κατηγορίας. Καὶ τί λέγω ταῦτα; Οὐδεὶς ἡμῖν ἐπιβουλεῦσαί ποτε δυνήσεται, οὐδὲ κατηγορίᾳ τινὶ περιβαλεῖν, ἐὰν βουλώμεθα. Ἴδωμεν δὲ καὶ οὕτως· Ἑλκέτω τις εἰς δικαστήριον, συκοφαντείτω, εἰ βούλει, καὶ τὴν ψυχὴν ἐκφερέτω· καὶ τί τοῦτο, πρὸς μικρὸν παρ' ἀξίαν ταῦτα παθεῖν; Τοῦτο μὲν οὖν αὐτὸ κακὸν, φησίν. Αὐτὸ μὲν οὖν τοῦτο καλὸν τὸ μὴ κατ' ἀξίαν παθεῖν. Ἀλλὰ τί; κατ' ἀξίαν ἔδει; Εἴπω τι πάλιν· Φιλόσοφός τις τῶν ἔξωθεν ὡς ἤκουσεν, ὅτι ὁ δεῖνα ἀπέθανε, καί τις εἶπεν αὐτῷ τῶν μαθητῶν· Οἴμοι, ὅτι ἀδίκως· ἐκεῖνος ἐπιστρα 60.120 φεὶς, Ἀλλὰ τί, ἔφη, δικαίως ἤθελες; Καὶ Ἰωάννης δὲ οὐχὶ ἀδίκως ἀπέθανε; Τίνα οὖν μᾶλλον ἐλεεῖς, τὸν δικαίως ἀποθανόντα, ἢ τὸν οὐχ οὕτως; οὐχὶ τοῦτον μὲν ταλανίζεις, ἐκεῖνον δὲ καὶ θαυμάζεις; Τί οὖν ἠδίκηται ἄνθρωπος καὶ ἀπ' αὐτοῦ τοῦ θανάτου κερδάνας μεγάλα, οὐ μόνον οὐδὲν βλαβείς; Εἰ μὲν γὰρ ἀθάνατον ὄντα θνητὸν ἐποίει, ἴσως ἂν βλάβη ἦν· εἰ δὲ θνητὸν ὄντα, καὶ ἀπὸ τῆς φύσεως μικρὸν ὕστερον τὸν θάνατον ἐκδέχεσθαι μέλλοντα, ἔσπευσεν οὗτος μετὰ δόξης τοῦτον