85
ἦν αὐτοῖς ἡ εὐλάβεια περί τε τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις, περί τε τὸ ὄνομα Μωϋσέως. Καὶ ὅρα, πῶς διπλῆ ἡ κατηγορία. Καταλύσει, φασὶ, τὸν τόπον, καὶ ἀλλάξει τὰ ἔθη Οὐ μόνον δὲ διπλῆ, ἀλλὰ καὶ πικρὰ, καὶ κινδύνων γέμουσα. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Οὕτως ἔστι καὶ ἐν ἐλάττονι ὄντας βαθμῷ λάμπειν. Τί γὰρ, εἰπέ μοι, τῶν ἀποστόλων οὗτος ἔλαττον ἔσχεν; οὐχὶ σημεῖα εἰργάσατο; οὐ πολλὴν ἐπεδείξατο τὴν παῤῥησίαν; Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, φησί. Τοῦτο ἄρα ἡ χάρις ἦν, τοῦτο καὶ ἡ δόξα Μωϋσέως ἦν. Ἐπίχαριν δὲ αὐτὸν δοκεῖ μοι ποιῆσαι τὸν Θεὸν, τάχα ἐπεὶ ἔμελλέ τινα ἐρεῖν, καὶ ἵνα εὐθέως τῇ προσόψει καταπλήξῃ αὐτούς. Ἔστι γὰρ, ἔστι καὶ πρόσωπα χάριτος γέμοντα πνευματικῆς, ἐπέραστα τοῖς ποθοῦσιν εἶναι, καὶ αἰδέσιμα τοῖς μισοῦσι καὶ φοβερά. Ἢ καὶ ὡς αἰτίαν τοῦτο εἶπε, δι' ἢν ἠνέσχοντο τῆς δημηγορίας αὐτοῦ. Τί δαὶ ὁ ἀρχιερεύς; Εἰ ἄρα, φησὶ, ταῦτα οὕτως ἔχει; Ὁρᾷς, πῶς μετὰ ἐπιεικείας ἡ ἐρώτησις, καὶ οὐδὲν τέως φορτικὸν ἔχουσα; ∆ιὰ τοῦτο Καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥημάτων, καί φησιν· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ, καὶ κατασκευάζει δι' ὧν φησιν ἀνυπόπτως, ὅτι τε οὐδέν ἐστιν ὁ ναὸς δήπου αὐτὸς, οὐδὲ τὰ ἔθη, καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος, καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ κατασκευάζει. Ὅρα γοῦν διὰ τούτων ὑφαινομένην τὴν δημηγορίαν καὶ ἀποδεικνύουσαν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψαντο, καὶ ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ, καὶ εἶπε πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. βʹ. Καὶ ναὸς οὐκ ἦν, καὶ θυσία οὐκ ἦν, καὶ θείας ὄψεως ἠξίωτο Ἀβραὰμ, καὶ προγόνους Πέρσας εἶχε, καὶ ἐν ἀλλοτρίᾳ γῇ ἦν. Καὶ τί δήποτε ἀρχόμενος τὸν Θεὸν, τῆς δόξης Θεὸν ἐκάλεσεν; Ἐπειδὴ τοὺς ἀτίμους ἐνδόξους πεποίηκε· καὶ ἵνα διδάξῃ, ὅτι εἰ ἐκείνους ἐδόξασε, πολλῷ μᾶλλον αὐτούς. Ὁρᾷς, πῶς αὐτοὺς ἀπάγει τῶν σωματικῶν, καὶ ἀπὸ τοῦ τόπου πρῶτον, ἐπειδὴ περὶ τόπου ὁ λόγος ἦν; Ὁ Θεὸς τῆς δόξης. Εἰ δόξης Θεὸς, εὔδηλον, ὅτι οὐ δεῖται τῆς παρ' ἡμῶν δόξης, οὐδὲ τῆς διὰ τοῦ ναοῦ· αὐτὸς γάρ ἐστιν ἡ τῆς δόξης πηγή. Μὴ τοίνυν νομίσητε ταύτῃ δοξάζειν αὐτόν. Καὶ πῶς, φησὶν, ἡ Γραφὴ τοῦτο λέγει περὶ τοῦ πατρὸς Ἀβραάμ; Ὅτι οὐκ ἔστι πρὸς τὰ μὴ σφόδρα ἀναγκαῖα περιττή. Ὃ μὲν γὰρ ἦν χρήσιμον μαθεῖν, τοῦτο μόνον ἡμᾶς ἐδίδαξεν, ὅτι ἀπὸ τῆς ὄψεως τοῦ υἱοῦ συνεξῆλθεν αὐτῷ· τὸ δὲ πλέον τούτου παρέλιπεν ἀδιήγητον, διὰ τὸ θᾶττον ἀποθανεῖν μετὰ τὸ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν· Ἔξελθε ἐκ τῆς συγγενείας σου. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ εἰσὶν οὗτοι τέκνα τοῦ Ἀβραάμ. Πῶς; Ὅτι ἐκεῖνος πειθήνιος ἦν, οὗτοι δὲ ἀπειθεῖς· μᾶλλον δὲ ἐξ ὧν ποιεῖ κελευόμενος μανθάνομεν, ὅτι ἐκεῖνος μὲν τοὺς πόνους ὑπέμεινεν, οὗτοι δὲ τοὺς καρποὺς δρέπονται, καὶ ὅτι πάντες οἱ πρόγονοι ἐν κακουχίᾳ. Καὶ ἐξελ 60.122 θὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαῤῥάν· κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός. Ὅρα, πῶς αὐτοὺς ἀπὸ τῆς γῆς ἀνάγει. Οὐ γὰρ εἶπεν, ∆ώσει, ἀλλ', Οὐκ ἔδωκε, δηλῶν, ὅτι πάντα παρ' ἐκείνου καὶ οὐδὲν παρ' αὐτῶν. Ἦλθε γὰρ καὶ συγγένειαν ἀφεὶς καὶ πατρίδα. ∆ιὰ τί οὖν οὐκ ἔδωκεν; Ὅτι τύπος ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτὴν αὐτῷ. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς πάλιν τὸν λόγον ἀναλαμβάνει; Οὐκ ἔδωκεν αὐτῷ, φησί. Καὶ ἐπηγγείλατο καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου. Πάλιν τὸ δυνατὸν ἐντεῦθεν δείκνυται τοῦ Θεοῦ καὶ τὸ ἐξ ἀμηχάνων πάντα ποιεῖν. Τὸν γὰρ ἐν Περσίδι καὶ τοσοῦτον ἀπέχοντα, τοῦτον ἔφησε κύριον τῆς Παλαιστίνης ποιήσειν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἀτενίσαντες εἰς αὐτὸν, φησὶν, εἶδον τὸ πρόσωπον