86
αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Πόθεν ἡ χάρις τῷ Στεφάνῳ ἐπήνθει; ἆρ' οὐκ ἀπὸ τῆς πίστεως; Εὔδηλον ὅτι· ἐμαρτύρησε γὰρ αὐτῷ ἄνω, ὅτι πλήρης πίστεως ἦν. Ἔστι δὲ χάριν ἔχειν καὶ οὐκ ἐν ἰάσεσι· διὸ καὶ ὁ Ἀπόστολος, Ὧ μὲν χάρις δίδοται, φησὶν, ἰαμάτων, ἄλλῳ δὲ λόγος σοφίας. Ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐπίχαριν αὐτὸν εἶναι αἰνίττεσθαι τῷ λέγειν· Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου· ὃ καὶ Βαρνάβας μαρτυρεῖται. Ὅθεν τοὺς ἀπλάστους τε καὶ ἀπονήρους μάλιστα ἴσμεν θαυμαζομένους, καὶ τούτους μᾶλλον ἐπιχάριτας ὄντας. Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα. Ἐπὶ μὲν τῶν ἀποστόλων ἔλεγον, ὅτι τὴν ἀνάστασιν κατήγγελλον, καὶ ὅτι πολὺς ὄχλος ἐπέῤῥει· ἐνταῦθα δὲ, ὅτι ἐθεραπεύοντο. Ὢ τῆς ἀνοίας! ὑπὲρ ὧν εὐχαριστεῖν ἔδει, ὑπὲρ τούτων ἐμέμφοντο, καὶ τοὺς διὰ τῶν ἔργων κρατοῦντας προσεδόκων κρατήσειν διὰ τῶν λόγων (ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν), καὶ ἀεὶ εἰς λόγους αὑτοὺς ἐνέβαλλον. Ἁρπάσαι γὰρ αὐτοὺς ἁπλῶς ᾐσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν. Καὶ ὅρα, πῶς οὐδὲ αὐτοὶ οἱ δικάζοντες μαρτυροῦσιν· ἠλέγχθησαν γὰρ ἄν· ἀλλ' ἁπλῶς ἑτέρους μισθοῦνται, ἵνα μὴ δόξῃ ἐπηρείας εἶναι τὸ πρᾶγμα. Τὸ αὐτὸ γεγονὸς ἴδοι τις ἂν καὶ ἐπὶ τοῦ Χριστοῦ. Εἶδες τοῦ κηρύγματος τὴν δύναμιν, καὶ πῶς οὐχὶ μαστιζομένων μόνον, ἀλλὰ καὶ λιθαζομένων κρατεῖ, οὐδὲ εἰς δικαστήριον ἀγομένων, ἀλλὰ καὶ ἐλαυνομένων πάντοθεν; Ἐντεῦθεν, καὶ ψευδομαρτυρούντων αὐτῶν, οὐ μόνον οὐκ ἐκράτουν, ἀλλ' οὐδὲ ἀντιστῆναι ἴσχυον, καίτοι σφόδρα ἀναίσχυντοι ὄντες· οὕτως αὐτοὺς κατὰ κράτος εἷλε, καὶ ταῦτα πολλὰ πράττοντας ἀπίθανα (ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ), οἳ καὶ πάντα πρὸς θάνατον ἔπραττον τὸν αὐτοῦ, ὡς λοιπὸν δῆλον γενέσθαι πᾶσιν, ὅτι οὐκ ἦν ἀνθρωπίνη ἡ μάχη, ἀλλὰ Θεοῦ πρὸς ἀνθρώπους. Σκόπει δὲ καὶ τί φασιν οἱ συστάντες ψευδομάρτυρες ὑπὸ τῶν φονικῶς συναρπασάντων αὐτὸν εἰς τὸ συνέδριον. Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν. Ὦ ἀναίσχυντοι· πράγματα ποιεῖτε βλάσφημα εἰς τὸν Θεὸν, καὶ οὐ φροντίζετε· καὶ Μωσέως φροντίζειν προσποιεῖσθε; ∆ιὰ τοῦτο πρόσκειται Μωσῆς, ἐπειδὴ τὰ τοῦ Θεοῦ οὐ σφόδρα αὐτοῖς ἔμελε, καὶ ἄνω καὶ κάτω Μωσέως μέμνηνται, Ὁ Μωσῆς, λέγοντες, οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς, τὸ εὐρίπιστον τοῦ ὄχλου ἀνερεθίζοντες. Καίτοι πῶς ἄνθρωπος βλάσ 60.123 φημος ἂν περιεγένετο; πῶς δὲ καὶ ὁ οὕτω βλάσφημος σημεῖα ἐποίει τοιαῦτα ἐν τῷ λαῷ; Ἀλλὰ τοιοῦτον ἡ βασκανία, ἔκφρονας τοὺς ἁλόντας ποιοῦσα, ὡς μηδὲ ἃ φθέγγονται συνορᾷν. Ἀκηκόαμεν αὐτοῦ, φασὶ, λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν· καὶ πάλιν, Οὗτος ὁ ἄνθρωπος οὐ παύεται ῥήματα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου, καὶ μετὰ προσθήκης, Ἃ παρέδωκεν ἡμῖν Μωσῆς· οὐκέτι ὁ Θεός. γʹ. Ὁρᾷς, πῶς ἐπὶ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγοροῦσιν; Ὅτι δὲ οὐκ ἦν τοῦ τοιούτου τοιαῦτα λέγειν καὶ θρασέως, παντί που δῆλον· οὕτως ἥμερος καὶ ἀπὸ τοῦ προσώπου ἦν. Ἔνθα μὲν οὖν οὐκ ἐσυκοφαντοῦντο, οὐδὲν τοιοῦτόν φησιν ἡ Γραφή· ἐπεὶ δὲ τὸ πᾶν ἐνταῦθα συκοφαντία ἐστὶν, εἰκότως αὐτὴν διορθοῦται ὁ Θεὸς καὶ δι' αὐτῆς τῆς ὄψεως. Ἄρα οἱ ἀπόστολοι οὐκ ἐσυκοφαντοῦντο, ἀλλ' ἐκωλύοντο· οὗτος δὲ συκοφαντεῖται· διά τοι τοῦτο καὶ πρὸ πάντων ἡ ὄψις ἀπολογεῖται. Τάχα τοῦτο καὶ τὸν ἱερέα ἐνέτρεψεν. Εἰπὼν δὲ, ὅτι Ἐπηγγείλατο, δείκνυσι τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγενημένην, πρὸ τῆς περιτομῆς, πρὸ θυσίας, πρὸ τοῦ ναοῦ, καὶ ὅτι οὐ κατ' ἀξίαν οὗτοι ἔλαβον οὐδὲ περιτομὴν οὐδὲ νόμον, ἀλλὰ τῆς ὑπακοῆς μόνης μισθὸς ἦν ἡ γῆ. Ἀλλ' οὐδὲ τῆς περιτομῆς δοθείσης, ἡ ἐπαγγελία πληροῦται. Καὶ ὅτι τύποι ἦσαν, καὶ τὸ τὴν πατρίδα ἀφεῖναι, τοῦ Θεοῦ κελεύσαντος, καὶ συγγένειαν (ἐκείνη γὰρ πατρὶς, ἔνθα ἂν ἡγῆται Θεὸς), καὶ τὸ κληρονομίαν ἐνταῦθα μὴ λαβεῖν· καὶ ὅτι, εἴ τις ἀκριβῶς ἐξετάζοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ ὅτι χωρὶς σημείων πείθεσθαι δεῖ τῷ Θεῷ λέγοντι, κἂν δεινά τινα συμβαίνῃ· ἐπεὶ καὶ ὁ πατριάρχης καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ. Εἰ δὲ ὁ τούτου πατὴρ οὐκ