87
ἐκοινώνησεν αὐτῷ τῆς ἐπὶ Παλαιστίνην ἀποδημίας, τῷ ἄπιστος εἶναι· πολλῷ μᾶλλον τὰ παιδία οὐ κοινωνήσουσι, κἂν ἐπὶ πολὺ ἔλθωσι τῆς ὁδοῦ, τὴν τοῦ πατρὸς μὴ ζηλώσαντα ἀρετήν. Καὶ ἐπηγγείλατο αὐτὴν δοῦναι αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ, φησὶ, μετ' αὐτόν. Πολλὴ ἐνταῦθα καὶ τοῦ Θεοῦ ἡ φιλανθρωπία δείκνυται, καὶ τοῦ Ἀβραὰμ ἡ πίστις. Τὸ γὰρ, Οὐκ ὄντος αὐτῷ τέκνου, πείθεσθαι, τοῦτο δείκνυσι καὶ τὴν ὑπακοὴν καὶ τὴν πίστιν· καίτοι γε τὰ γενόμενα τοὐναντίον ἐδείκνυ· οἷον, μετὰ τὸ ἐλθεῖν οὐκ εἶχε βῆμα ποδὸς, παῖδα οὐκ εἶχεν, ἅπερ ἐναντία ἦν τῇ πίστει. Ταῦτα δὴ κατανοοῦντες καὶ ἡμεῖς, ἅπερ ἂν ἐπαγγέλληται ὁ Θεὸς, δεχώμεθα, κἄν που ἐναντία ᾖ τὰ γινόμενα· καίτοι ἐφ' ἡμῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα. Ἔνθα μὲν γὰρ ἂν ὦσιν ὑποσχέσεις, ὅταν τὰ ἐναντία γένηται, ἐναντία ἐστὶν ὄντως· ἐφ' ἡμῶν δὲ τοὐναντίον· ἐνταῦθα μὲν θλῖψιν εἶπεν, ἐκεῖ δὲ ἄνεσιν. Τί συγχέομεν τοὺς καιρούς; τί τὰ ἄνω κάτω ποιοῦμεν; Θλίβῃ, εἰπέ μοι, ὅτι ἐν πενίᾳ διάγεις, καὶ θορυβῇ διὰ τοῦτο; Μὴ θορυβοῦ· θορύβου γὰρ ἄξιον, εἰ ἐκεῖ μέλλοις θλίβεσθαι· αὕτη γὰρ ἡ θλῖψις, ἀνέσεως αἰτία. Ἡ ἀσθένεια αὕτη, φησὶν, 60.124 οὐκ ἔστι πρὸς θάνατον. Ἐκείνη ἡ θλῖψις, κόλασις· αὕτη, παιδεία καὶ διόρθωσις. Ἀγών ἐστιν ὁ παρὼν καιρός· οὐκοῦν τοῦ πυκτεύειν χρεία· πόλεμός ἐστι καὶ μάχη. Οὐδεὶς ἐν πολέμῳ ζητεῖ ἄνεσιν, οὐδεὶς ἐν πολέμῳ ζητεῖ τρυφὴν, οὐδεὶς ὑπὲρ χρημάτων μεριμνᾷ, ὑπὲρ γυναικὸς οὐδεὶς φροντίζει, ἀλλ' εἰς ἓν ὁρᾷ μόνον, ὅπως περιγένοιτο τῶν ἐχθρῶν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν· καὶ ἂν περιγενώμεθα καὶ ἐπανέλθωμεν μετὰ τροπαίων, πάντα ἡμῖν ὁ Θεὸς δώσει. Τοῦτο μόνον ἡμῖν σπουδαζέσθω, πῶς περιγενώμεθα τοῦ διαβόλου· μᾶλλον δὲ οὐ τῆς ἡμετέρας τὸ πρᾶγμα σπουδῆς, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὸ πᾶν. Ἓν ἡμῖν σπουδαζέσθω, ὅπως ἐπισπασώμεθα αὐτοῦ τὴν χάριν, ὅπως ἑλκύσωμεν πρὸς ἑαυτοὺς τὴν ῥοπὴν ἐκείνην. Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν, φησίν; Ἓν μόνον σπουδάζωμεν, ὅπως οὗτος ἡμῖν μὴ ἐχθρὸς γένηται, ὅπως ἡμᾶς μὴ ἀποστραφῇ. δʹ. Οὐ τὸ θλίβεσθαι κακὸν, ἀλλὰ τὸ ἁμαρτάνειν κακόν. Ἡ χαλεπὴ θλῖψις τοῦτό ἐστι, κἂν ἐν τρυφῇ διάγωμεν· οὐ λέγω ἐν τῷ μέλλοντι, ἀλλὰ καὶ ἐν τῷ παρόντι. Πῶς γὰρ οἴει τὸ συνειδὸς ἡμῶν δάκνεσθαι; ποίας βασάνου οὐκ εἶναι χεῖρον; Ἐβουλόμην μετὰ ἀκριβείας ἐρωτῆσαι τοὺς ἐν τοῖς κακοῖς ζῶντας, εἰ μηδέποτε εἰς ἔννοιαν ἔρχονται τῶν οἰκείων ἁμαρτημάτων, εἰ μὴ τρέμουσιν, εἰ μὴ δεδοίκασιν, εἰ μὴ ὀδυνῶνται, εἰ μὴ μακαρίζουσι τοὺς ἐν νηστείᾳ, τοὺς ἐν ὄρεσι, τοὺς ἐν φιλοσοφίᾳ ζῶντας Βούλει ἄνεσιν εὑρεῖν ἐκεῖ; Θλίβηθι ἐνταῦθα διὰ τὸν Χριστόν· οὐδὲν ταύτης τῆς ἀνέσεως ἴσον. Ἔχαιρον οἱ ἀπόστολοι μαστιζόμενοι. Παῦλος τοῦτο παραινεῖ λέγων· Χαίρετε ἐν Κυρίῳ. Καὶ πῶς ἔνι χαίρειν, φησὶν ἔνθα δεσμὰ, ἔνθα βάσανοι, ἔνθα δικαστήρια; Μάλιστα ἐνταῦθα χαίρειν ἔνι. Πῶς δὲ ἔνι χαίρειν, ἔνθα ταῦτα, μάνθανε. Ὁ μηδὲν ἑαυτῷ συνειδὼς, μέγα πως ἡσθήσεται, ὥστε, ὅσῳ ἂν εἴπῃς τὴν θλῖψιν, τοσούτῳ λέγεις τὴν ἡδονήν. Εἰπὲ γάρ μοι, ὁ μυρία τραύματα λαβὼν στρατιώτης καὶ ἐπανιὼν, ἆρ' οὐχὶ μετὰ πολλῆς ἐπανήξει τῆς ἡδονῆς, παῤῥησίας ὑπόθεσιν ἔχων τὰ τραύματα, λαμπρότητός τε καὶ εὐδοκιμήσεως; Καὶ σὺ ἂν δυνηθῇς ῥῆξαι τὴν φωνὴν ἐκείνην, ἣν Παῦλος, ὅτι Τὰ στίγματα τοῦ Ἰησοῦ βαστάζω, δυνήσῃ μέγας γενέσθαι καὶ λαμπρὸς καὶ εὐδόκιμος. Ἀλλ' οὐκ ἔστι διωγμός; Στῆθι πρὸς δόξαν· κἂν εἴπῃ τις ἐναντίον τι, μὴ φοβηθῇς ἀκοῦσαι κακῶς διὰ Χριστόν· στῆθι πρὸς τύφου τυραννίδα, στῆθι πρὸς θυμοῦ μάχην, στῆθι πρὸς ἐπιθυμίας βάσανον. Καὶ ταῦτα στίγματά ἐστι, καὶ αὗται βάσανοι. Εἰπὲ γάρ μοι, τί τὸ δεινότατον τῶν βασάνων; ἆρ' οὐχ ὅτι ἡ ψυχὴ ἀλγεῖ καὶ καίεται; Ἐκεῖ μὲν γὰρ κἂν τὸ σῶμα μερίζεται· ἐνταῦθα δὲ τὸ πᾶν αὐτῆς ἐστι. Περὶ αὐτὴν ἡ ὀδύνη, ὅταν ὀργίζηται, ὅταν βασκαίνῃ, ὅταν τι τοιοῦτον ποιῇ, μᾶλλον δὲ ὅταν πάσχῃ. Οὐ γὰρ ποιεῖν τοῦτό ἐστιν, ἀλλὰ πάσχειν, τὸ ὀργίζεσθαι, τὸ φθόνον ἔχειν· διὰ τοῦτο καὶ πάθη καλεῖται ψυχῆς, καὶ τραύματα, καὶ ὠτειλαί. Ὄντως γὰρ πάθος ἐστὶ, καὶ πάθους χαλεπώτερον. Ἐννοήσατε, οἱ ὀργιζόμενοι, ὅτι πάθει ταῦτα 60.125 ποιεῖτε. Οὐκοῦν ὁ μὴ ὀργιζόμενος οὐ πάσχει, Ὁρᾷς, ὅτι ὁ ὑβριζόμενος οὐ