1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

88

πάσχει, ἀλλ' ὁ ὑβρίζων, ὅπερ ἔφην καὶ ἤδη; Ὅτι γὰρ πάσχει, δῆλον μὲν καὶ ἀπὸ τοῦ πάθος καλεῖσθαι τὸ τοιοῦτον, δῆλον δὲ καὶ ἐκ τοῦ σώματος· ταῦτα γὰρ ἀπὸ ὀργῆς τίκτεται τὰ πάθη, ἀμβλυωπία, παραπληξία, καὶ μυρία ἕτερα. Ἀλλὰ τὸν παῖδα ὕβρισε, φησὶν, ἀλλὰ τὸν οἰκέτην. Μὴ νομίσῃς εἶναι ἀσθένειαν τὸ μὴ καὶ αὐτὸς τοῦτο ποιῆσαι. Εἰπὲ γάρ μοι, καλῶς γέγονεν; Οὐκ οἶμαι εἰπεῖν· οὐκοῦν μὴ ποιήσῃς τὸ μὴ καλῶς γινόμενον. Οἶδα οἷαι ἐν τοῖς τοιούτοις αἱ ὀργαὶ τίκτονται. Τί οὖν, ἂν καταφρονῇ, φησὶν, ἂν πάλιν εἴπῃ; Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· πραότητι ὀργὴ λύεται· προσελθὼν ἐγκάλεσον. Ὑπὲρ μὲν γὰρ τῶν εἰς ἡμᾶς οὐδὲ τοῦτο ποιεῖν χρὴ, ὑπὲρ δὲ τῶν ἄλλων, καὶ ἀνάγκη τοῦτο δὴ ποιεῖν. Μὴ ἰδίαν ὕβριν νομίσῃς τὸ τὸν παῖδα ὑβρισθῆναι· κἂν ἀλγῇς ὑπὲρ ἐκείνου, μὴ ὡς αὐτὸς ὑβρισθείς· οὐ γὰρ ἐπειδὴ ὁ παῖς κακῶς ἔπαθεν, ὑβρίσθης σὺ, ἀλλ' ὁ ποιήσας κακῶς. Σβέσον τὴν μάχαιραν τὴν ὀξεῖαν, ἐν τῇ θήκῃ κείσθω. Ἂν ἔχωμεν αὐτὴν γυμνὴν, πολλάκις καὶ οὐκ ὄντος καιροῦ χρησόμεθα, ἐφελκόμενοι ὑπ' αὐτῆς· ἂν δὲ ᾖ κεκρυμμένη, κἂν χρεία γένηται, σβεσθήσεται ἡ ὀργή. Ὑπὲρ αὑτοῦ οὐ βούλεται ἡμᾶς ὀργίζεσθαι ὁ Χριστὸς (ἄκουσον γὰρ τί φησι πρὸς τὸν Πέτρον· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὴν θήκην)· καὶ σὺ ὑπὲρ παιδὸς ὀργίζῃ; ∆ίδαξον καὶ τὸν παῖδα φιλοσοφεῖν· εἰπὲ αὐτῷ τὰ τοῦ ∆εσπότου παθήματα· μίμησαί σου τὸν ∆ιδάσκαλον. Ὅτε ἔμελλον καὶ αὐτοὶ ἀτιμάζεσθαι, οὐκ εἶπεν, ὅτι Ἐκδικήσω· ἀλλὰ τί; Ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Οὐκοῦν φέρετε γενναίως· οὐ γὰρ ἐμοῦ βελτίους ὑμεῖς. Ταῦτα καὶ σὺ πρὸς τὸν υἱὸν καὶ τὸν παῖδα εἰπέ· Οὐκ εἶ τοῦ ∆εσπότου σου βελτίων. Ἀλλὰ χήρας εἶναι δοκεῖ τὰ ῥήματα τῆς φιλοσοφίας. Οἴμοι, ὅτι λόγῳ παραστῆσαι οὐκ ἔνι, ὡς ὑπὸ τῆς πείρας αὐτῆς διδαχθῆναι ἔνεστι. Καὶ ἵνα μάθῃς, ἐν μέσῳ δύο ἑστὼς διαμαχομένων, γενοῦ τῆς μερίδος τῶν ἀδικουμένων, καὶ μὴ τῶν ἀδικούντων, ἂν μὴ παρὰ σαυτῷ τὰ νικητήρια ἴδῃς, ἂν μὴ λαμπροὺς λάβῃς στεφάνους. Ὅρα, πῶς ὑβρίζεται ὁ Θεὸς, καὶ πῶς ἀποκρίνεται πράως καὶ ἡμέρως. Ποῦ ἔστι, φησὶν, Ἄβελ ὁ ἀδελφός σου; Καὶ τί ἐκεῖνος; Μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Τί αὐθαδέστερον τούτου; κἂν παρά γε υἱοῦ ἤκουσεν ἄν τις; εἰ γὰρ παρὰ ἀδελφοῦ, οὐχ ὕβριν ἂν ἡγήσατο τὸ πρᾶγμα; Ἀλλ' ὁ Θεὸς πάλιν ἡμέρως ἀποκρίνεται· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου, φησὶ, βοᾷ πρός με. Ἀλλ' ὁ Θεὸς ἀνώτερός ἐστιν ὀργῆς, φησίν. Ἀλλὰ διὰ τοῦτο κατῆλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα σὲ θεὸν ποιήσῃ κατὰ δύναμιν τὴν ἀνθρωπίνην. Ἀλλ' οὐ δύναμαι, φησὶν, ἄνθρωπος ὤν. Οὐκοῦν φέρε ἀνθρώπους σοι παραγάγωμεν. Καὶ μή με νομίσῃς Παῦλον ἐρεῖν μηδὲ Πέτρον, ἀλλά τινας τῶν ἐλαττόνων καὶ σφόδρα κατωτέρω. Τὸ παιδάριον Ἠλεὶ τὴν Ἄνναν ὕβρισε λέγον· Περιελοῦ τὸν οἶνόν σου. Τί τούτου ὑβριστικώτερον; Τί οὖν ἐκείνη; Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι. Οὐδὲν ὄντως θλίψεως ἴσον· φιλοσοφίας μήτηρ ἐστίν. Ἡ αὐτὴ δὲ αὕτη καὶ τὴν ἀντίζηλον αὐτῆς ἔχουσα, οὐχ ὕβρισεν αὐτήν· ἀλλὰ τί; Πρὸς τὸν Θεὸν καταφεύγει, καὶ εὐχομένη οὐδὲ μέμνηται αὐτῆς, οὐδὲ λέγει, Ἐπειδὴ ὀνειδίζει με ἡ δεῖνα, ἐπάμυνόν μοι· οὕτω φιλόσοφος ἦν ἡ γυνὴ (αἰσχυνθῶμεν οἱ ἄνδρες)· καίτοι ἴστε, ὅτι ζήλου ἴσον οὐδέν. εʹ. Ὁ τελώνης ὑβρισθεὶς παρὰ τοῦ Φαρισαίου, οὐκ ἀνθύβρισε, καίτοι γε, εἰ ἐβούλετο, ἠδύνατο· ἀλλὰ φιλοσόφως ἤνεγκε λέγων· Ἱλάσθητί μοι τῷ ἁμαρ 60.126 τωλῷ. Ὁ Μεμφιβάαλ ὑπὸ τοῦ δούλου κατηγορηθεὶς καὶ συκοφαντηθεὶς, οὐδὲν οὔτε εἶπεν, οὔτε ἔπραξεν εἰς αὐτόν τι πονηρὸν, οὐδὲ ἐπὶ τοῦ βασιλέως αὐτοῦ. Βούλει καὶ πόρνης ἀκοῦσαι φιλοσοφίαν; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος, ἡνίκα ταῖς θριξὶν αὐτῆς τοὺς πόδας ἀπέμασσε· Τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν. Εἶδες αὐτὴν ἑστῶσαν καὶ δακρύουσαν, καὶ τὰ οἰκεῖα ἁμαρτήματα ἀπολουομένην; Ὅρα, πῶς καὶ πρὸς τὸν Φαρισαῖον οὐκ ὠργίσθη ὀνειδιζομένη· εἰ ᾔδει γὰρ, φησὶν, ὅτι ἁμαρτωλός ἐστιν αὕτη ἡ γυνὴ, οὐκ ἂν εἴασεν αὐτήν. Καὶ οὐκ εἶπε πρὸς αὐτόν· Τί γάρ; εἰπέ μοι· σὺ καθαρὸς ἀπὸ ἁμαρτημάτων εἶ; ἀλλὰ πλέον ἔπασχε, πλέον ὠδύρετο καὶ θερμότερα τὰ δάκρυα ἠφίει. Εἰ δὲ γυναῖκες καὶ τελῶναι καὶ πόρναι φιλοσοφοῦσι, καὶ