89
ταῦτα πρὸ τῆς χάριτος, τίνος ἐσόμεθα ἡμεῖς ἄξιοι συγγνώμης, μετὰ τὴν τοσαύτην χάριν θηρίων μᾶλλον ἐκπολεμούμενοι, δάκνοντες καὶ λακτίζοντες; Οὐδὲν αἰσχρότερον θυμοῦ, οὐδὲν ἀτιμότερον, οὐδὲν δεινότερον, οὐδὲν ἀηδέστερον, οὐδὲν βλαβερώτερον. Ταῦτα λέγω, οὐχ ἵνα πρὸς ἄνδρας ὦμεν ἥμεροι μόνον, ἀλλὰ κἂν γυνὴ λάλος ᾖ, ἵνα φέρῃς· ἔστω σοι παλαίστρα καὶ γυμνάσιον ἡ γυνή. Πῶς γὰρ οὐκ ἄτοπον, γυμνάσια μὲν ἀναδέχεσθαι οὐδὲν κέρδος ἔχοντα, ἔνθα θλίβομεν τὸ σῶμα· γυμνάσια δὲ μὴ ποιεῖν οἴκαδε, καὶ πρὸ τῶν ἀγώνων στέφανον ἡμῖν παρέχοντα; Ὑβρίζει ἡ γυνή; Μὴ γένῃ σὺ γυνή· γυναικῶδες γὰρ τὸ ὑβρίζειν· νόσος ἐστὶ ψυχῆς, ἐλάττωμά ἐστι. Μὴ νομίσῃς ἀνάξιόν σου εἶναι, ὅταν ἡ γυνὴ ὑβρίσῃ. Ἀνάξιον, ὅταν σὺ μὲν ὑβρίζῃς, ἐκείνη δὲ φιλοσοφῇ· τότε ἀσχημονεῖς, τότε ὑβρίσθης· ἂν δὲ ὑβρισθεὶς ἐνέγκῃς, τῆς ἰσχύος τῆς σῆς πολλὴ ἡ ἐπίδειξις. Οὐ τὰς γυναῖκας ἐνάγων εἰς ὕβρεις, ταῦτα λέγω· μὴ γένοιτο· ἀλλ' εἴ που καὶ συμβαίη κατὰ σατανικὴν περίστασιν, ἵνα φέρητε. Ἀνδρῶν ἐστι τὸ φέρειν τῶν ἰσχυρῶν τοὺς ἀσθενεῖς. Κἂν οἰκέτης ἀντείπῃ, φιλοσόφησον σύ· μὴ, τί ἐκεῖνος ἄξιός ἐστιν ἀκοῦσαι, εἴπῃς ἢ πράξῃς, ἀλλὰ τί δεῖ σε καὶ ποιῆσαι καὶ εἰπεῖν. Μηδέποτε κόρην ὑβρίζων, αἰσχρὸν ῥῆμα ἐκβάλῃς· μηδέποτε οἰκέτην μιαρὸν εἴπῃς. Ἐκεῖνος οὐχ ὑβρίσθη, ἀλλὰ σύ. Οὐκ ἔστιν ἐν ἑαυτῷ εἶναι τὸν ὀργιζόμενον, ὥσπερ οὐδὲ πέλαγος κυμαινόμενον, ἢ πηγὴν μένειν καθαρὰν, βορβόρου ποθὲν ἐμπεσόντος αὐτῇ· οὕτω πάντα ἀναμὶξ, μᾶλλον δὲ οὕτω πάντα ἄνω καὶ κάτω γίνεται. Κἂν τυπτήσῃς, κἂν διαῤῥήξῃς τὸν χιτωνίσκον, σὺ μείζονα τὴν βλάβην ὑπέμεινας· ἐκείνῳ μὲν γὰρ περὶ τὸ σῶμα καὶ περὶ τὴν ἐσθῆτα ἡ πληγὴ, σοὶ δὲ περὶ τὴν ψυχήν. Ἐκείνην διέτεμες, ἐκείνην ἔτρωσας, τὸν ἡνίοχον ἔβαλες ἀπὸ τῶν ἵππων κάτω, ὕπτιον σύρεσθαι παρεσκεύασας· καὶ ταυτὸν γίνεται, οἷον ἐὰν ἡνίοχος ἑτέρῳ ὀργιζόμενος ἕλοιτ' ἂν σύρεσθαι. Κἂν ἐπιπλήττῃς, κἂν νουθετῇς, κἂν ὁτιοῦν ποιῇς, ὀργῆς χωρὶς καὶ θυμοῦ. Εἰ γὰρ ὁ ἐπιπλήττων ἰατρός ἐστι τοῦ ἁμαρτάνοντος, πῶς ἂν δύναιτο θεραπεῦσαι ἕτερον, ἑαυτὸν πρότερον κακώσας, ἑαυτὸν μὴ θεραπεύων; Εἴ τις, εἰπέ μοι, ἰατρὸς πορεύοιτο ἕτερον θεραπεύειν, πρότερον τὴν χεῖρα τραυματίσας τὴν ἑαυτοῦ, πρότερον τοὺς ὀφθαλμοὺς πηρώσας, οὕτω ποιεῖται ἐκείνου τὴν ἰατρείαν; Οὐχὶ, φησίν. Οὕτω καὶ σὺ κἂν ἐπιπλήττῃς, κἂν νουθετῇς, καθαρὰ βλεπέτωσάν σου οἱ ὀφθαλμοί. Μὴ θολώσῃς τὸν νοῦν, ἐπεὶ πῶς ἡ θεραπεία γενήσεται; 60.127 Οὐκ ἔστιν ἐν τῇ αὐτῇ γαλήνῃ εἶναι, ἀόργητον ὄντα καὶ ὀργιζόμενον. Τί τὸν διδάσκαλον ἀπὸ τοῦ θρόνου καταστρέψας, οὕτω διαλέγῃ τῷ χαμαὶ κειμένῳ; Οὐχ ὁρᾷς τοὺς δικάζοντας, οἳ ὅταν μέλλωσι κρίνειν, καθέζονται ἐπὶ τοῦ θρόνου, καὶ ἐν σχήματι τῷ προσήκοντι; Οὕτω καὶ σὺ ποίησον· κόσμησον τὴν ψυχὴν ἐσθῆτι δικαστικῇ (αὕτη δέ ἐστιν ἡ ἐπιείκεια), καὶ τότε ἐπὶ τοῦ θρόνου δικαστὴς κάθισον. Ἀλλ' οὐ 60.128 φοβηθήσεται, φησί. Μᾶλλον φοβηθήσεται Τότε κἂν δίκαια λέγῃς, τῷ θυμῷ λογιεῖται ὁ οἰκέτης· ἂν δὲ μετὰ ἐπιεικείας, ἑαυτοῦ καταγνώσεται, τὸ δὲ προηγούμενον, ἀποδέξεταί σε ὁ Θεὸς, καὶ οὕτω δυνήσῃ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.127 ΟΜΙΛΙΑ Ιςʹ. Ἐλάλησε δὲ οὕτως ὁ Θεὸς λέγων, ὅτι Ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρα κόσια· καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσον ται, καὶ λατρεύσουσί μοι ἐν
τῷ τόπῳ τούτῳ.