1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

91

ἀληθὲς καὶ ἐκ τῶν νῦν οἰκονομουμένων ἐκεῖνο τὸ ὑπὸ τοῦ Γαμαλιὴλ εἰρημένον, ὅτι Ἐὰν ᾖ ἐκ τοῦ Θεοῦ, οὐ δύνασθε καταλῦσαι αὐτό. Σὺ δὲ τοὺς ἐπιβουλευομένους τῶν ἐπιβουλευόντων αἰτίους σωτηρίας γινομένους μανθάνων, ἐκπλάγηθι τοῦ Θεοῦ τὸ εὐμήχανον καὶ τὴν σύνεσιν· εἰ μὴ γὰρ ἐκεῖνοι ἐπεβουλεύθησαν, οὐκ ἂν οὗτοι ἐσώζοντο. Λιμὸς ἦν, καὶ οὐκ ἀνάλωσεν αὐτούς. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δι' ἐκείνου ἐσώθησαν τοῦ προσδοκηθέντος ἀπολωλέναι. Πρόσταγμα βασιλικὸν, καὶ οὐκ ἠφάνισεν αὐτούς· ἀλλὰ τότε μᾶλλον ηὔξετο τὸ πλῆθος, ὅτε ἐκεῖνος ἀπέθανεν ὁ εἰδὼς αὐτούς. Τὸν σωτῆρα αὐτῶν ἠβουλήθησαν ἀνελεῖν, καὶ οὐδὲ οὕτως ἴσχυσαν. βʹ. Ὁρᾷς, ὅτι δι' ὧν ὁ διάβολος ἐπεχείρει καταλύειν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, διὰ τούτων ηὔξετο; Τοῦτο καὶ αὐτοὺς ἥρμοττε τότε εἰπεῖν, ὅτι εὐμήχανός ἐστιν ὁ Θεὸς καὶ ἀναγαγεῖν ἡμᾶς δυνατὸς ἐντεῦθεν. Τὸ γὰρ 60.129 εὐμήχανον τοῦ Θεοῦ μάλιστα τοῦτο [ἦν], ὅτι καὶ ἐν τῇ ἀποστροφῇ ηὔξετο τὸ ἔθνος, δουλούμενον, καὶ κακούμενον, καὶ ἀναιρούμενον. Τὸ μέγα τῆς ἐπαγγελίας τοῦτό ἐστιν. Εἰ γὰρ ἐπὶ τῆς αὐτῶν ηὔξετο, οὐχ οὕτω θαυμαστὸν ἦν. Καὶ οὐδὲ μικρὸν χρόνον ἐπὶ τῆς ἀλλοτρίας ἦσαν, ἀλλὰ τετρακόσια ἔτη. Ἐντεῦθεν μανθάνομεν, ὡς φιλοσοφίαν ἐπεδείξαντο μεγάλην Καὶ γὰρ οὐχ ὡς δεσπόται δούλοις αὐτοῖς ἐχρῶντο, ἀλλ' ὡς ἐχθροὶ καὶ τύραννοι. ∆ιὸ καὶ προεῖπεν, ὅτι ἐν ἐλευθερίᾳ ἔσονται μεγάλῃ· τοῦτο γάρ ἐστι τὸ, Λατρεύσουσί μοι· καὶ ὅτι ἐνταῦθα ἐπανελεύσονται, καὶ οὐκ ἀτιμωρητί. Καὶ ὅρα, πῶς δοκεῖ μέν τι χαρίζεσθαι τῇ περιτομῇ, οὐδὲν δὲ δίδωσιν· εἴ γε ἡ μὲν ἐπαγγελία πρὸ ταύτης, αὕτη δὲ μετὰ ταῦτα. Καὶ οἱ πατριάρχαι, φησὶ, ζηλώσαντες. Ἔνθα οὐ βλάπτει, χαρίζεται αὐτοῖς. Πατριάρχας δέ φησι τοὺς προγόνους, ἐπειδὴ καὶ ἐν τούτοις μέγα ἐφρόνουν. Ἄλλως δὲ καὶ δείκνυσιν, ὅτι οἱ ἅγιοι οὐχὶ ἐκτὸς ἦσαν θλίψεως, ἀλλὰ καὶ ἐν αὐταῖς ὄντες μέσαις ταῖς θλίψεσι βοηθείας ἐτύγχανον. Οἱ δὲ οὐ μόνον οὐκ ἔλυον, ἀλλὰ καὶ συνέπραττον τοῖς θλίβουσιν, ὀφείλοντες μᾶλλον αὐτὰς διακόπτειν. Ὥσπερ οὖν οὗτοι τὸν Ἰωσὴφ ἐνδοξότερον ἐποίησαν ἀποδόμενοι, οὕτως ὁ βασιλεὺς τὸν Μωϋσῆν, κελεύσας ἀναιρεῖσθαι τὰ παιδία· εἰ μὴ γὰρ ἐκέλευσεν, οὐκ ἂν τοῦτο ἐγίνετο. Καὶ σκόπει Θεοῦ κηδεμονίαν. Ἐκεῖνος φυγαδεύει τὸν Μωϋσῆν· ὁ δὲ οὐ κωλύει, τὸ μέλλον οἰκονομῶν, ἵνα ἐκεῖ τῆς ὄψεως τύχῃ ἄξιος γενόμενος. Οὕτω καὶ τὸν δοῦλον τὸν πραθέντα ποιεῖ ἐκεῖ βασιλέα, ἔνθα ἐνομίζετο δοῦλος εἶναι. Ὥσπερ δὲ οὗτος ἐκεῖ βασιλεύει, ἔνθα αὐτὸν ἐπώλησαν· οὕτω καὶ ὁ Χριστὸς ἐν τῷ θανάτῳ τὴν δύναμιν ἐπιδείκνυται. Τοῦτο οὐχὶ τιμῆς μόνον ἦν, ἀλλὰ καὶ τοῦ θαῤῥεῖν τῇ οἰκείᾳ δυνάμει. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ' Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. Ὅρα διὰ λιμὸν οἷα κατασκευάζει. Ἐν ἑβδομήκοντα καὶ πέντε ψυχαῖς κατέβη, φησὶν, Ἰακὼβ εἰς Αἴγυπτον. Καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν. Καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι, ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὼρ τοῦ Συχέμ. ∆είκνυσιν, ὅτι οὐδὲ μέχρι ταφῆς κύριοι ἦσαν. Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας, ἧς ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραὰμ, ηὔξησεν ὁ λαὸς, καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Ὅρα, ὅτι οὐδὲ ἐν τοῖς τοσούτοις ἔτεσιν αὐτοὺς αὔξει, ἀλλ' ὅτε ἔμελλεν ἐγγίζειν τὸ τέλος· καίτοι ἤδη τετταρακόσια ἔτη ἦν παρελθόντα καὶ πλείονα ἐν Αἰγύπτῳ. Τὸ γοῦν θαυμαστὸν τοῦτό ἐστιν. Οὗτος, φησὶ, κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι. Κατασοφισάμενος εἶπεν, αἰνιττόμενος τὴν λάθρα ἀναίρεσιν· οὐ γὰρ ἐβούλετο φανερῶς αὐτοὺς ἀναιρεῖν· διὸ καὶ ἐπήγαγε τοῦτο δηλῶν· Ποιεῖν ἔκθετα τὰ βρέφη. Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ. Τοῦτο τὸ θαυμαστὸν, ὅτι ὁ προστάτης μέλλων ἔσεσθαι οὐδὲ μετὰ ταῦτα οὐδὲ πρὸ τούτου, ἀλλ' ἐν αὐτῷ μέσῳ τῷ θυμῷ τίκτεται. Καὶ ἀνατρέφεται μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός. 60.130 Ὅτε τοίνυν τὰ ἀνθρώπινα ἀπηλπίσθη καὶ ἔῤῥιψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ οἰκονομία ἐδείχθη διαλάμπουσα. Ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο ἡ θυγάτηρ