1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

95

ὀνομαστὶ παρήγαγον αὐτούς. Ἀλλ' εἰσί τινες, οἳ καὶ ὑγιαίνουσι, φησίν. Ἐπειδὴ μὴ μόνον τρυφῇ προσανέχουσιν, ἀλλὰ καὶ πόνοις. Ἐπεὶ δός μοι ἄνθρωπον διαπαντὸς πιαινόμενον, ἀνενέργητον κείμενον, μηδὲν πονοῦντα, ἰδεῖν ὑγιαίνοντα. Ἀλλ' οὐκ ἂν εὕροις. Κἂν γὰρ μυρίων ἰατρῶν πλῆθος συνέλθῃ, ἐξελεῖν αὐτὸν οὐ μὴ δυνηθῇ τῶν νοσημάτων, διηνεκῶς γαστριζόμενον· οὐδὲ γὰρ ἔχει τὸ πρᾶγμα φύσιν. Ἐγὼ δὲ καὶ ἰατρικὸν ὑμῖν ἐρῶ λόγον· Τῶν εἰς τὴν γαστέρα καταβαλλομένων, οὐ τὸ πᾶν γίνεται τροφή· ἐπεὶ μηδὲ ἐν αὐτῇ τῇ τῆς τροφῆς φύσει τὸ πᾶν ἐστι τρόφιμον, ἀλλ' ἔστι τὸ μὲν αὐτῆς εἰς διαχώρησιν μεριζόμενον, τὸ δὲ εἰς τροφήν. Ἂν μὲν οὖν σύμμετρα δοὺς τέλεον κατεργασθῇ, τοῦτο γίνεται, καὶ τὴν οἰκείαν ἔλαβε χώραν, καὶ τὸ μὲν ὑγιὲς καὶ χρηστὸν εἰς τὸν οἰκεῖον ἀνέδραμε τόπον, τὸ δὲ περιττὸν καὶ ἄχρηστον ὑπεξῆλθε καὶ ἐξεχώρησεν· ἂν δὲ πλῆθος, καὶ ὅσον αὐτοῦ τρόφιμον, καὶ τοῦτο γίνεται βλαβερόν. Ὡς ἐπὶ ὑποδείγματος δὲ τοιοῦτον ἐρῶ, ἵνα σαφέστερον, ὃ λέγω, ὑμῖν γένηται· Τοῦ σίτου τὸ μέν ἐστι σεμίδαλις, τὸ δὲ ἄλευρον, τὸ δὲ πίτυρον. Ἂν μὲν οὖν ἡ μύλη λάβῃ, ἃ δύναται ἀλεῖν, ἀπέκρινε ταῦτα πάντα· ἂν δὲ πλέον ἐπιβάλῃς, πάντα συγκέχυται. Πάλιν ὁ οἶνος ἂν τῆς προσηκούσης κατεργασίας τύχῃ, καὶ τῆς τῶν ὡρῶν κράσεως, πρότερον μὲν πάντα ὁμοῦ γίνεται, μετὰ δὲ ταῦτα τὸ μὲν αὐτοῦ εἰς τρύγα ὑφιζάνει, τὸ δὲ εἰς ἀφρὸν ἀνατρέχει, τὸ δὲ μένει ἀπόλαυσις τῶν μετεχόντων, καὶ τοῦτό ἐστι τὸ χρηστὸν, καὶ οὐκ ἄν ποτε ταχέως τοῦτο τραπείη· πρότερον δὲ οὔτε οἶνός ἐστιν, οὔτε τρὺξ, πάντων μιχθέντων. Τοῦτο καὶ ἐπὶ τῆς θαλάττης ἴδοι τις ἂν, ὅταν ὑπερβολὴ χειμῶνος γένηται. Καθάπερ οὖν τότε τοὺς ἰχθύας ὁρῶμεν νεκροὺς ἐπιπλέοντας τοὺς ὑπὸ τοῦ ψύχους εἰς τὸν βυθὸν δῦναι μὴ δυνηθέντας· οὕτω δὴ καὶ ἐφ' ἡμῶν γίνεται. Ὅταν γὰρ πολὺς ἄνωθεν ἐπιῤῥεύσῃ τῆς λαιμαργίας ὁ ὑετὸς, πάντα ἀνακινήσας, νεκροὺς ἐπιπλέειν ποιεῖ τοὺς λογισμοὺς τοὺς τέως ὑγιαίνοντας, καὶ ἐν ἡμῖν ἠρεμοῦντας. Ἐπεὶ οὖν ἐκ τοσούτων ὑποδειγμάτων ἡμῖν ἀποδέδεικται πολλὴ ἡ βλάβη, παυσώμεθα μακαρίζοντες τούτους, ἐφ' οἷς ταλανίζειν ἐχρῆν, δακρύοντες δὲ αὐτοὺς, ἐφ' οἷς μακαρίζειν ἔδει, καὶ τὴν αὐτάρκειαν ἀγαπῶμεν. Ἢ οὐκ ἀκούετε καὶ ἰατρῶν λεγόντων, ὅτι ἔνδεια μήτηρ ὑγείας; Ἐγὼ δὲ οὐχὶ τῆς σωματικῆς ὑγείας μητέρα τὴν ἔνδειαν εἶναι, ἀλλὰ καὶ τῆς ψυχικῆς λέγω. Ταῦτα καὶ Παῦλος βοᾷ ὁ ὄντως ἰατρὸς, Ἔχοντες, λέγων, διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Πειθώμεθα τοίνυν αὐτῷ, ἵνα ὑγιαίνοντες πράττωμεν, ἃ δεῖ ποιεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.133 ΟΜΙΛΙΑ ΙΖʹ. Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπ έστειλε σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.

αʹ. Σφόδρα τοῦτο κατάλληλον πρὸς τὴν προκειμένην ὑπόθεσιν. Τοῦτον τὸν

Μωϋσῆν, φησί. Τοῦτον, ποῖον; Τὸν κινδυνεύσαντα ἀπολέσθαι, τὸν ὑπ' αὐτῶν 60.134 ἐξουθενηθέντα, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα; καθάπερ καὶ τῷ Χριστῷ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπέστειλε σὺν χειρὶ ἀγγέλου τοῦ εἰπόντος αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ. Ἐνταῦθα καὶ τὰ γενόμενα θαύματα, διὰ Χριστοῦ δείκνυσιν γεγενῆσθαι. Οὗτος, τουτέστιν, ὁ Μωϋσῆς (καὶ ὅρα, πῶς δείκνυσιν αὐτὸν λαμπρὸν), ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ 60.135 ἐρήμῳ ἔτη τεσσαράκοντα. Οὗτός ἐστι Μωΰσης, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· τουτέστιν ἐξουθενημένον. ἐπιβουλευθέντα. Καὶ γὰρ ἠβουλήθη καὶ τοῦτον ἀνελεῖν Ἡρώδης,