96
καὶ ἐν Αἰγύπτῳ διεσώθη, καθάπερ καὶ ἐκεῖνος παιδίον ὢν ἐπιβεβούλευτο. Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου, τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾷ, καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν. Πάλιν οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία. Μετὰ τοῦ ἀγγέλου, φησὶν, ἐδέξατο δοῦναι λόγια ζῶντα ἡμῖν. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχὶ σημεῖα ἐποίησε μόνον, ἀλλὰ καὶ νόμον ἔδωκεν, ὥσπερ ὁ Χριστός. Καθάπερ οὖν οὗτος πρῶτον σημεῖα ποιεῖ, καὶ τότε νομοθετεῖ· οὕτω δὴ καὶ ὁ Χριστός. Ἀλλ' οὐκ ἤκουσαν αὐτοῦ, μαθόντες ἀεὶ ἀπειθεῖν, μετὰ τὰ σημεῖα, μετὰ τὰ θαύματα τὰ ἐν τεσσαράκοντα ἔτεσι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὐναντίον ἐπεδείξαντο· ὃ καὶ δηλῶν ἐπήγαγεν· Ὧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ' ἀπώσαντο, καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον, εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίας τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεμφὰν, τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Τὸ, Παρέδωκεν, ἐνταῦθα, Εἴασεν ἐστίν. Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσεῖ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον, ὃν ἑωράκει. Καὶ σκηνῆς οὔσης, θυσίαι οὐκ ἦσαν. Ὅτι δὲ οὐκ ἦσαν, ὁ προφήτης δῆλον ποιεῖ, τοῦτο λέγων· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι; Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν, καὶ οὐδὲν ὠφέλησεν αὐτοὺς, ἀλλ' ἀνηλίσκοντο. Οὔτε δὲ πρὸ τούτου αὐτοὺς τὰ σημεῖα, οὔτε μετὰ ταῦτα ὠφέλησέ τι. Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν. Ὁρᾷς, ὅτι ἐκεῖ τόπος ἅγιός ἐστιν, ἔνθα ἂν ᾖ ὁ Θεός; ∆ιὰ τοῦτο καὶ, Ἐν τῇ ἐρήμῳ, εἶπεν, ἵνα τόπον τόπῳ συγκρίνῃ. Εἶτα ἡ εὐεργεσία. Καὶ εἰσήγαγον, φησὶ, διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν ∆αυῒδ, ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἠτήσατο οἰκοδομεῖν ὁ ∆αυῒδ, καὶ οὐ λαμβάνει ὁ μέγας, ὁ θαυμαστός· ἀλλ' οἰκοδομεῖ ὁ ἀπεῤῥιμμένος ὁ Σολομῶν. ∆ιὰ τοῦτό φησι· Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον· ἀλλ' οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. Ἐδείχθη μὲν τοῦτο καὶ διὰ τῶν ἤδη λεχθέντων· δείκνυται δὲ καὶ διὰ φωνῆς προφητικῆς· καὶ ὅπως, ἄκουε τῶν ἑξῆς· Καθὼς καὶ ὁ προφήτης λέγει· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Καὶ ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος; ἢ τίς τόπος τῆς καταπαύσεώς μού ἐστιν; οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα 60.136 πάντα; Μὴ θαυμάζετε, φησὶν, εἰ τοὺς παραιτουμένους αὐτοῦ τὴν βασιλείαν ὁ Χριστὸς εὐεργετεῖ, εἴ γε καὶ ἐπὶ Μωϋσέως τοῦτο γέγονε. Καὶ γὰρ οὐχ ἁπλῶς αὐτοὺς ἐξείλετο, ἀλλὰ καὶ ἐν τῇ ἐρήμῳ διάγοντας. Ὁρᾷς, ὅτι δι' αὐτοὺς καὶ ἐκεῖνα τὰ σημεῖα; Ὁ τῷ Θεῷ οὖν διαλεχθεὶς, ὁ ἐκ παραδόξου σωθεὶς, ὁ τοσαῦτα ἐργασάμενος καὶ δυνηθεὶς, δείκνυσιν, ὅτι πάντως πληρωθῆναι δεῖ τὴν προφητείαν, καὶ οὐκ ἐναντιοῦται ἑαυτῷ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Οὗτός ἐστι, φησὶ, Μωϋσῆς, ὁ εἰπών· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὡς ἐμέ. Πρὸς τοῦτο οἶμαι τὸν Χριστὸν εἰπεῖν ἀναφέροντα· Ἐκ τῶν Ἰουδαίων ἡσωτηρία ἐστὶν, ἑαυτὸν αἰνιττόμενον. Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ. Ἰδοὺ πάλιν αὐτὸν δείκνυσι τὸν νόμον δεδωκέναι, εἴ γε μετ' αὐτοῦ ἦν ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ. Ἐνταῦθα δὲ καὶ θαύματος ὑπομιμνήσκει μεγάλου τοῦ ἐν τῷ ὄρει γεγενημένου. Ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν. Πανταχοῦ θαυμαστὸς ὁ Μωϋσῆς, καὶ πλέον ὅτε νομοθετεῖν ἔδει. Τί ἐστι, Λόγια ζῶντα; Ἤτοι, ὧν τὸ τέλος διὰ λόγων ἐδείκνυτο· ἤτοι τὰς προφητείας λέγει. Εἶτα τὸ ἔγκλημα τέως ἐπὶ