1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

98

οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Οὐδὲ γὰρ ταῦτα ἄξια Θεοῦ, εἴ γε ποιήματά ἐστιν, εἴ γε τῆς χειρὸς αὐτοῦ ἔργα. Ὅρα, πῶς αὐτοὺς κατὰ μικρὸν ἀνάγει. ∆είκνυσι γὰρ διὰ τοῦ προφήτου, ὅτι οὐδὲ ταῦτα Θεοῦ ἄξια λέγειν. Καὶ τίνος ἕνεκεν, φησὶν, ἐνταῦθα καταφορικῶς τῷ λόγῳ κέχρηται; Πολλὴ ἦν ἡ παῤῥησία μέλλοντος αὐτοῦ ἀποθνήσκειν· καὶ γὰρ καὶ τοῦτο οἶμαι αὐτὸν ἐξ ἀποκαλύψεως εἰδέναι. Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ταῖς καρδίαις καὶ τοῖς ὠσί. Καὶ τοῦτο προφητικόν· οὐδὲν αὐτοῦ ἴδιον. Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Ὅτε οὐκ ἐβούλετο θυσίας εἶναι, ὑμεῖς ἐθύετε· ὅτε βούλεται, πάλιν οὐ θύετε· ὅτε οὐκ ἤθελε δοῦναι ὑμῖν παραγγέλματα, ἐπεσπάσασθε· ὅτε ἐλάβετε, ἠμελήσατε. Πάλιν ὅτε εἱστήκει ὁ ναὸς, εἴδωλα ἐθεραπεύετε· ὅτε βούλεται χωρὶς ναοῦ θεραπεύεσθαι, τὸ ἐναντίον ποιεῖτε. Ὅρα, οὐκ εἶπε, Τῷ Θεῷ ἀντιπίπτετε, ἀλλὰ, Τῷ Πνεύματι· οὕτως οὐδεμίαν οἶδε διαφοράν. Καὶ τὸ μεῖζον, Ὡς οἱ πατέρες ὑμῶν, φησὶν, καὶ ὑμεῖς. Οὕτω καὶ ὁ Χριστὸς ὠνείδιζεν, ἐπειδὴ μεγάλα ἀεὶ ἐπὶ τοῖς πατράσιν ηὔχουν. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ ∆ι 60.138 καίου. Ἔτι Τοῦ δικαίου λέγει, βουλόμενος αὐτοὺς καταστεῖλαι. Οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε. ∆ύο αὐτοῖς ἐγκαλεῖ, ὅτι τε ἠγνόησαν, καὶ ὅτι ἐφόνευσαν. Οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. γʹ. Τί ἐστι τοῦτο; Τινές φασι, τὸν ὑπ' ἀγγέλων λέγειν διαταχθέντα. Οὐκ ἔστι δέ· ποῦ γὰρ ἄγγελοι νόμον ἐφάνησαν διατάττοντες; ἀλλὰ διαταχθέντα νόμον λέγει, τὸν ἐγχειρισθέντα αὐτῷ δι' ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ· μὴ γὰρ ἄνθρωπος ἦν; Οὐδὲν οὖν θαυμαστὸν τούτους ἐκεῖνα ποιήσαντας, φησὶ, καὶ ταῦτα ποιῆσαι. Εἰ τοὺς καταγγείλαντας ἀνείλετε, πολλῷ μᾶλλον αὐτόν. Ἐνταῦθα καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ τοῖς προφήταις, καὶ τῷ Πνεύματι, καὶ πᾶσι δείκνυσιν ἀπειθοῦντας, καθὼς καὶ ἑτέρωθί φησιν ἡ Γραφή· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Οἱ τοίνυν ἀντιποιούμενοι λόγῳ τοῦ νόμου, ἔλεγον· Εἰς Μωϋσῆν βλασφημεῖ. Ὁ δὲ δείκνυσιν, ὅτι αὐτοὶ βλασφημοῦσι μᾶλλον, οὐ μόνον εἰς Μωϋσῆν, ἀλλὰ καὶ εἰς Θεὸν, καὶ ὅτι αὐτοὶ ἄνωθεν τοιαῦτα ποιοῦσι, καὶ ὅτι αὐτοὶ τὰ ἔθη κατέλυσαν, καὶ ὅτι οὐ χρεία τούτων λοιπόν· καὶ ὅτι ἐγκαλοῦντες καὶ λέγοντες Μωϋσῇ ἐναντιοῦσθαι αὐτὸν, αὐτοὶ τῷ Πνεύματι ἠναντιοῦντο· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ μετὰ φόνου· καὶ ἄνωθεν εἶχον τὴν ἔχθραν. Ὁρᾷς, ὅτι καὶ Μωϋσῇ καὶ πᾶσι δείκνυσιν ἐναντιουμένους αὐτοὺς, καὶ τὸν νόμον μὴ φυλάττοντας; Καίτοι γε Μωϋσῆς εἶπε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος· καὶ οἱ ἄλλοι δὲ τοῦτον ἐλεύσεσθαι προὔλεγον, καὶ ὁ προφήτης, λέγων· Ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ πάλιν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα; Τοῦτο παῤῥησία ἀνδρὸς τὸν σταυρὸν ἔχοντος. Μιμώμεθα τοίνυν καὶ ἡμεῖς ταύτην, εἰ καὶ πολέμου οὐκ ἔστι καιρὸς, ἀλλὰ παῤῥησίας ἀεὶ καιρός ἐστιν. Ἐλάλουν γὰρ, φησὶν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Ἂν τοίνυν Ἕλλησι συμπλεκώμεθα, οὕτως αὐτοὺς ἐπιστομίζωμεν χωρὶς θυμοῦ, χωρὶς τραχύτητος. Ἂν μὲν γὰρ μετὰ θυμοῦ τοῦτο ποιῶμεν, οὐκ ἔτι παῤῥησία, ἀλλὰ πάθος εἶναι δοκεῖ· ἂν δὲ ἐπιεικῶς, ὄντως ἐστὶν αὕτη παῤῥησία. Οὐ γὰρ δυνατὸν ὁμοῦ κατὰ ταυτὸν καὶ κατόρθωμα εἶναι καὶ ἐλάττωμα. Ἡ παῤῥησία, κατόρθωμα· ὁ θυμὸς, ἐλάττωμα. ∆εῖ τοίνυν ἡμᾶς, εἰ μέλλομεν παῤῥησίαν ἔχειν, καθαροὺς εἶναι τοῦ θυμοῦ, ἵνα μὴ ἐκείνῳ τις λογίσηται τὰ ῥήματα. Κἂν δίκαια λέγῃς μετὰ θυμοῦ, τὸ πᾶν ἀπώλεσας, κἂν παῤῥησιάζῃ, κἂν νουθετῇς, κἂν ὁτιοῦν πράττῃς. Ὅρα τὸν ἄνδρα τοῦτον οὐ μετὰ θυμοῦ διαλεγόμενον· οὐ γὰρ δὴ ὕβρισεν, ἀλλὰ προφητικοῦ αὐτοὺς ἀνέμνησε λόγου. Ὅτι γὰρ οὐκ ἦν θυμοῦ, ἔδειξεν, ὅτε κακῶς ἔπασχε, τότε ὑπὲρ αὐτῶν εὐχόμενος καὶ λέγων· Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὕτως οὐκ ὀργιζόμενος αὐτοῖς, ἀλλὰ ἀλγῶν ὑπὲρ αὐτῶν καὶ δακνόμενος, ταῦτα ἐφθέγγετο· ἐπεὶ καὶ περὶ τῆς ὄψεως διὰ τοῦτο εἶπεν, ὅτι Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ