99
πρόσωπον ἀγγέλου, ἵν' αὐτοὺς ἐφελκύσηται. Καθαροὶ τοίνυν θυμοῦ ὦμεν. Οὐ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα θυμός· ἐπικατάρατος ὁ θυμώδης. Οὐκ ἔστιν οὐδὲν ὑγιὲς προελθεῖν, ὅθεν θυμὸς ἔξεισι. Καθάπερ γὰρ ἐν χειμῶνι θαλαττίῳ πολὺς ὁ θόρυβος, μεγάλη ἡ κραυγὴ, καὶ οὐκ ἂν ἔχοι τις καιρὸν φιλοσοφεῖν· οὕτως οὐδὲ ἐν θυμῷ. Ἀλλ' εἰ μέλλει τι φιλόσοφον ἢ λέγειν ἢ παιδεύεσθαι 60.139 ψυχὴ, ὀφείλει πρότερον ἐν λιμένι εἶναι. Οὐχ ὁρᾷς πῶς, ὅταν βουλώμεθα περί τινων ἀναγκαίων διαλεχθῆναι, τόπους θορύβου καθαροὺς παρατηροῦμεν, ἔνθα ἡσυχία, ἔνθα γαλήνη, ἵνα μὴ ἐκκρουώμεθα; Εἰ δὲ ὁ ἔξωθεν ἐκκρούει θόρυβος, πολλῷ μᾶλλον ἡ ἔνδον ταραχή. Κἂν εὔχηταί τις, εἰκῆ εὔχεται, μετὰ ὀργῆς καὶ θυμοῦ τοῦτο ποιῶν· κἂν φθέγγηται, καταγέλαστος ἔσται· κἂν σιγᾷ, πάλιν ὁμοίως· κἂν ἐσθίῃ, καὶ οὕτως ἐβλάβη· κἂν πίνῃ, κἂν μὴ πίνῃ, κἂν καθέζηται, κἂν στήκῃ, κἂν βαδίζῃ, κἂν καθεύδῃ· καὶ γὰρ ἐν τοῖς ὀνείροις τοιαῦτα φαντάζονται. Τί γὰρ τῶν τοιούτων οὐκ ἄτοπον; Ὀφθαλμοὶ ἀηδεῖς, στόμα διεστραμμένον, μέλη κεκινημένα καὶ οἰδαίνοντα, γλῶσσα ἀκράτητος καὶ οὐδενὸς φειδομένη, διάνοια ἐξεστηκυῖα, σχῆμα ἀπρεπὲς, πολλὴ ἡ ἀηδία. Ἴδε μοι τῶν δαιμονώντων τοὺς ὀφθαλμοὺς καὶ τῶν μεθυόντων καὶ μαινομένων, τί διεστήκασιν ἀλλήλων; οὐχὶ μανία τὸ πᾶν ἐστι; Τί γὰρ, εἰ πρὸς καιρὸν τοῦτο γίνεται; Καὶ γὰρ ὁ μαινόμενος πρὸς καιρὸν κατέχεται· τούτου δὲ τί χεῖρον; Καὶ οὐκ αἰσχύνονται ἐπὶ τῇ ἀπολογίᾳ· Οὐκ ᾔδειν, φησὶ, τί εἶπον. Καὶ διὰ τί μὴ ᾔδεις τοῦτο ὁ λογικὸς ἄνθρωπος, ὁ λογισμὸν ἔχων; διὰ τί τὰ τῶν ἀλόγων ποιεῖς, καθάπερ ἵππος ἄγριος ἀπὸ θυμοῦ καὶ ὀργῆς συναρπαγείς; Καὶ μὴν ἡ ἀπολογία, ἐγκλήματος ἀξία. Εἴθε γὰρ ᾔδεις, ἃ ἔλεγες. Τοῦ θυμοῦ, φησὶν, ἐστὶ τὰ ῥήματα, οὐκ ἐμά. Πῶς ἐκείνου; Καὶ μὴν ὁ θυμὸς οὐκ ἔχει ἰσχὺν, ἂν μὴ παρὰ σοῦ λάβῃ. Ὡς καὶ ἂν εἴποι τις· Τῆς χειρός ἐστιν, οὐκ ἐμὰ τὰ τραύματα. Τί οἴει μάλιστα δεῖσθαι θυμοῦ; οὐχὶ πόλεμον καὶ μάχην; Ἀλλὰ καὶ ἐκεῖ ἂν μετὰ θυμοῦ τι γίνηται, τὸ πᾶν διέφθαρται καὶ ἀπόλωλε. Μάλιστα γὰρ τοὺς μαχομένους θυμοῦσθαι οὐ χρή· μάλιστα τοὺς ὑβρίζοντας θυμοῦσθαι οὐ χρή. Καὶ πῶς ἔνι μάχεσθαι, φησίν; Λόγῳ, ἐπιεικείᾳ· μάχη γάρ ἐστι τὸ ἐξ ἐναντίας στῆναι. Ἢ οὐχ ὁρᾷς καὶ τούτους τοὺς πολέμους νόμῳ καὶ διατάξει καὶ καιροῖς ὡρισμένους; Θυμὸς γὰρ οὐδέν ἐστιν, ἢ ὁρμὴ ἄλογος· ἀλόγῳ δὲ οὐδὲν λογικὸν γενέσθαι δυνατόν. δʹ. Ἐπεὶ καὶ οὗτος τοιαῦτα ἐφθέγγετο, καὶ οὐκ ἐθυμοῦτο. Καὶ ὁ Ἠλίας ἔλεγεν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; καὶ οὐκ ἐθυμοῦτο. Καὶ ὁ Φινεὲς ἔσφαξε, καὶ οὐκ ἐθυμοῦτο. Ὁ γὰρ θυμὸς οὐκ ἀφίησιν ἰδεῖν, ἀλλὰ καθάπερ ἐν νυκτομαχίᾳ πάντα συνδήσας, καὶ ὀφθαλμοὺς καὶ ὦτα, οὕτως ἄγει, ὅπουπερ ἂν ἐθέλῃ. Ἀπαλλαγῶμεν οὖν τούτου τοῦ δαίμονος, ἀρχόμενον αὐτὸν καταστείλωμεν, τὴν σφραγῖδα ἐπιθῶμεν τῷ στήθει καθάπερ τινὰ χαλινόν. Κύων ἐστὶν ἀναιδὴς ὁ θυμός· ἀλλὰ μαθέτω ἀκούειν τοῦ νόμου. Ἂν ᾖ κύων ἐν ποίμνῃ οὕτως ἄγριος, ὡς μὴ πείθεσθαι προστάττοντι τῷ βουκόλῳ, μηδὲ ἐπιγινώσκειν αὐτοῦ τὴν φωνὴν, πάντα ἀπόλωλε καὶ διέφθαρται. Μετὰ τῶν προβάτων νέμεται· ἀλλ' ἐὰν ἀπογεύηται τῶν προβάτων, ἄχρηστός ἐστι καὶ κατασφάττεται. Εἰ ἔμαθεν ἀκούειν σου, θρέψον τὸν κύνα· χρήσιμός ἐστι, κατὰ τῶν λύκων, κατὰ τῶν πειρατῶν, κατὰ τοῦ λῃστάρχου ὑλακτῶν, οὐ κατὰ προβάτων, οὐδὲ κατὰ οἰκείων. Ἂν μὴ ἀκούῃ, πάντα διαφθείρει· ἂν μάθῃ καταφρονεῖν, πάντα ἀπολλύει. Τὸ τοίνυν ἥμερον τὸ ἐν σοὶ μὴ ἀναλισκέτω, ἀλλὰ φυλαττέτω ὁ θυμὸς καὶ πῖον ποιείτω· φυλάξει δὲ, καὶ ἐν ἀσφαλείᾳ πολλῇ νέμεσθαι καταστήσει, ἂν τοὺς μιαροὺς λογισμοὺς καὶ τοὺς πονηροὺς καταναλίσκῃ, ἂν τὸν διάβολον διώκῃ πανταχόθεν. Οὕτως ἐπιείκεια διασώζεται, ὅταν μηδαμοῦ τῷ πλησίον κακόν τι λογιζώμεθα· οὕτως αἰδέσιμοι γινόμεθα, ὅταν 60.140 μὴ μανθάνωμεν ἀναισχυντεῖν. Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς πονηρὸν συνειδός. ∆ιὰ τί αἱ πόρναι ἀναίσχυντοί εἰσι; διὰ τί αἱ παρθένοι αἰσχυντηλαί; Οὐκ ἀπὸ τῆς ἁμαρτίας ἐκεῖναι; οὐκ ἀπὸ τῆς σωφροσύνης αὗται; Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς ἁμαρτία. Καὶ μὴν τοὐναντίον, φησὶ,