101
συκοφαντούμενος. Ἀλλ' οἱ συκοφάνται μᾶλλον ἐλέγχονται καὶ ταύτῃ· οὕτως ἀληθὲς, ὅπερ ἀεὶ ἔλεγον, ὅτι Τὸ ποιεῖν κακῶς, τοῦτό ἐστι τὸ πάσχειν κακῶς. Καίτοι αὐτὸς οὐδὲν ἐσυκοφάντησεν, ἀλλ' ἀπέδειξεν. Οὕτως, ὅταν ὑβριζώμεθα ἐν οἷς οὐ συνοίδαμεν, οὐδὲν πάσχομεν. Ἐβούλοντο μὲν οὖν ἀνελεῖν· ἀλλ' οὐ ποιοῦσι τοῦτο, αἰτίαν θέλοντες εὔλογον περιθεῖναι τῷ τολμήματι. Τί οὖν; ἡ ὕβρις οὐκ ἦν εὔλογος; Οὐκ ἦν αὐτοῦ ἡ ὕβρις, ἀλλὰ τοῦ προφήτου κατηγορία· ἢ ἑκόντες καὶ ἀνεβάλλοντο, ὥστε μὴ δόξαι διὰ τὰ εἰς αὐτοὺς αὐτὸν ἀνελεῖν, ὥσπερ οὖν καὶ τὸν Χριστὸν, ἀλλὰ δι' ἀσέβειαν. Τοῦτο δὲ εὐσεβείας ἦν τὸ ῥῆμα. ∆ιὸ μετὰ τοῦ ἀνελεῖν ἐπιχειροῦντες καὶ τὴν δόξαν αὐτοῦ βλάψαι, διεπρίοντο. Ἐφοβοῦντο γὰρ, μὴ πάλιν καινόν τι περὶ αὐτὸν ἄλλο γένηται. Εἶτα, ὅπερ ἐπὶ τοῦ Χριστοῦ ποιοῦσι, τοῦτο καὶ ἐπὶ τοῦ Στεφάνου· καὶ καθάπερ ἐκεῖ, ἐπειδὴ εἶπεν, Ὄψεσθε ἐκ δεξιῶν τῆς δυνάμεως τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον, βλασφημίαν τὸ πρᾶγμα ἔλεγον καὶ μάρτυρας τοὺς ὄχλους ἐποίουν· οὕτω δὴ καὶ ἐνταῦθα. Ἐκεῖ διέῤῥηξαν τὰ ἱμάτια· ὧδε τὰ ὦτα συνέσχον. Ὑπάρχων δὲ πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ' αὐτόν. Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Καὶ μὴν εἰ ἐψεύδετο, ὡς μαινόμενον ἔδει ἀφεῖναι. Ὁ δὲ οὕτως εἶπε, βουλόμενος αὐτοὺς ἐπαγαγέσθαι. Καὶ ἐπειδὴ εἰπὼν περὶ τοῦ θανάτου μόνον, περὶ ἀναστάσεως οὐδὲν διελέχθη, καὶ τοῦτο λοιπὸν εὐκαίρως προστίθησι τὸ δόγμα. Οὕτω δὲ αὐτῷ λέγει φανῆναι, ὥς που διέξεισιν, ἵνα κἂν οὕτω δέξωνται τὸν λόγον, ὃς, ἐπεὶ τὸ εἰπεῖν καθῆσθαι φορτικὸν αὐτοῖς ἦν, τέως τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον, καί φησιν αὐτὸν ἵστασθαι. Ἀπὸ τούτου στοχάζομαι καὶ τὸ πρόσωπον αὐτοῦ δεδοξάσθαι. Ὁ γὰρ Θεὸς φιλάνθρωπος ὢν, δι' ὧν ἐπεβουλεύοντο ἐκεῖνοι, δι' αὐτῶν ἐβούλετο αὐτοὺς ἐκκαλέσασθαι, εἰ καὶ μηδὲν πλέον ἐγένετο, Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Πάλιν ἔξω τῆς πόλεως ὁ θάνατος, ὥσπερ ἐπὶ τοῦ Χριστοῦ, καὶ ἐν αὐτῷ τῷ θανάτῳ ἡ ὁμολογία καὶ τὸ κήρυγμα διαγγελλόμενον. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον 60.142 ἐπικαλούμενον [τὸν Θεὸν], καὶ λέγοντα· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. ∆εικνύοντος ὁμοῦ τοῦτο καὶ διδάσκοντος αὐτούς ἐστιν, ὅτι οὐκ ἀπόλλυται. Καὶ θεὶς τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ὥσπερ ἀπολογούμενος, ὅτι οὐδὲ τὰ πρότερα θυμοῦ ἦν, φησί· Κύριε· ἢ καὶ βουλόμενος αὐτοὺς ταύτῃ ἐπισπάσασθαι. Τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρὰν δεῖξαι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγίνετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις. Οὐχ ἁπλῶς οὗτος ὁ διωγμὸς, ἀλλ' οἰκονομικῶς δοκεῖ μοι συμβῆναι. Καὶ πάντες διεσπάρησαν κατὰ τὴν χώραν τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων. Ὁρᾷς, πῶς πάλιν πειρασμοὺς συγχωρεῖ ὁ Θεὸς γίνεσθαι; Ἀλλ' ἴδε μοι ἐντεῦθεν, καὶ ὅπως οἰκονομεῖται τὰ πράγματα. Ἐθαυμάσθησαν διὰ τὰ σημεῖα, μαστιχθέντες οὐδὲν ἔπαθον, κατέστησαν ἐπὶ τῶν χωρῶν, ηὔξετο ὁ λόγος· λοιπὸν συγχωρεῖ κώλυμα γενέσθαι μέγα. Καὶ γίνεται διωγμὸς οὐχ ὁ τυχὼν, ὥστε ὁμοῦ καὶ τούτους φυγεῖν (ἐφοβοῦντο γὰρ θρασυτέρους αὐτοὺς γενομένους), καὶ πᾶσι δῆλον ὑπάρξαι, ὅτι ἄνθρωποι ἦσαν οἱ φοβούμενοι καὶ φεύγοντες. Ἵνα γὰρ μὴ σὺ μετὰ ταῦτα λέγῃς, ὅτι χάριτι μόνον κατώρθουν, κἂν ἐδιώκοντο· καὶ αὐτοὶ δειλότεροι γεγόνασι, καὶ ἐκεῖνοι θρασύτεροι. Καὶ πάντες διεσπάρησαν, πλὴν τῶν ἀποστόλων, φησί. Οὐκ ἄρα μάτην ἔλεγον, ὅτι οἰκονομίας ὁ διωγμὸς ἦν· εἰ μὴ γὰρ γέγονεν, οὐκ ἂν οἱ μαθηταὶ διεσπάρησαν. Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποιήσαντο κοπετὸν μέγαν ἐπ'