1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

102

αὐτῷ. Ἢ οὔπω ἦσαν τέλειοι, ἢ ὅτι ἐπίχαρις ἦν καὶ αἰδέσιμος· διὸ καὶ κόπτονται αὐτόν. Ἅμα δὲ τοῦτο δείκνυσι καὶ ἀνθρώπους αὐτοὺς ὄντας, οὐχὶ ὁ φόβος μόνον, ἀλλὰ καὶ ἡ λύπη καὶ ὁ κοπετός. βʹ. Τίς γὰρ οὐκ ἂν ἔκλαυσεν ὁρῶν τὸν ἥμερον ἐκεῖνον, τὸ ἀρνίον, λιθόλευστον γενόμενον καὶ κείμενον νεκρόν; Ἱκανὸν αὐτοῦ ἐπιτάφιον διεξῆλθεν ὁ εὐαγγελιστὴς, Καὶ θεὶς τὰ γόνατα, εἰπὼν, καὶ κράξας φωνῇ μεγάλῃ. Καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτῷ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα, Ὑπάρχων πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους. Καὶ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ' αὐτόν. Καίτοι ποῦ ταῦτα κατηγορίας ἄξια; Ἀλλ' ὅμως τὸν σημεῖα τοιαῦτα τῷ λόγῳ ἐργασάμενον, τὸν πάντων κρατοῦντα τῷ λόγῳ, τὸν τοιαῦτα διαλεγόμενον, λαβόντες ὥσπερ ἐβούλοντο, οὕτω τὸν θυμὸν τὸν ἑαυτῶν ἐπλήρουν. Οἱ δὲ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. Ὅρα, πῶς ἀκριβῶς τὰ περὶ τοῦ Παύλου διηγεῖται, ἵνα σοι δείξῃ τὸ ἐπ' αὐτῷ ἔργον Θεοῦ γενόμενον μετὰ ταῦτα. Τέως δὲ οὐ μόνον ἐκεῖνος οὐ πιστεύει, ἀλλὰ καὶ μυρίαις αὐτὸν χερσὶ βάλλει τῶν φονέων· διὸ καὶ τοῦτο δηλῶν λέγει· Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει 60.143 αὐτοῦ. Οὐχ ἁπλῶς δὲ εὔχεται ὁ μακάριος οὗτος, ἀλλὰ μετὰ προσοχῆς. Θεὶς γὰρ, φησὶ, τὰ γόνατα. Ὅθεν θεῖος αὐτοῦ καὶ ὁ θάνατος γέγονε· μέχρι γὰρ τούτου συγκεχώρητο ταῖς ψυχαῖς ἐν τῷ ᾅδῃ εἶναι. Πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας. Ἀδεῶς ἐπιμίγνυνται τῇ Σαμαρείᾳ λοιπὸν, οἱ ἀκούσαντες· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. Πλὴν δὲ τῶν ἀποστόλων, λέγει· δεικνὺς, ὅτι καὶ ταύτῃ προσαγαγέσθαι βουλόμενοι τοὺς Ἰουδαίους τὴν πόλιν οὐκ ἀπέλιπον, ἢ καὶ ἑτέροις γενέσθαι θάρσους αἴτιοι. Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας τε καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. Πολλὴ ἡ μανία, τὸ καὶ μόνον αὐτὸν εἶναι, τὸ καὶ εἰς τοὺς οἴκους εἰσιέναι· οὕτω τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τοῦ νόμου. Σύρων, φησὶν, ἄνδρας καὶ γυναῖκας. Ὅρα καὶ τὴν παῤῥησίαν, καὶ τὴν ὕβριν, καὶ τὴν μανίαν. Τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς, ἅτε ἀπὸ τῆς σφαγῆς ταύτης θρασύτερος γεγονώς. Οἱ μὲν οὖν διασπαρέντες, διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχόν τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα, ἃ ἐποίει. Πολλῶν γὰρ ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο· πολλοὶ δὲ καὶ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει, μαγεύων, καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες· Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. Ἴδε μοι καὶ ἕτερον πειρασμὸν τὸν τοῦ Σίμωνος. Προσεῖχον δὲ αὐτῷ, φησὶ, οἱ ὄχλοι, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστηκέναι αὐτούς. Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ. Θεωρῶν δὲ δυνάμεις μεγάλας καὶ σημεῖα γινόμενα, ἐξίστατο. Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα ἅγιον. Οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. Ἰδὼν δὲ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· ∆ότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ