103
Πνεῦμα ἅγιον. Πῶς οὖν, φησὶ, Πνεῦμα οὐκ ἔλαβον οὗτοι; Πνεῦμα ἔλαβον τὸ τῆς ἀφέσεως, τὸ δὲ τῶν σημείων οὔπω ἦσαν λαβόντες. Καὶ ὅτι τοῦτό ἐστι, καὶ τὸ τῶν σημείων Πνεῦμα οὐκ ἔλαβον, ὅρα, πῶς ἰδὼν ὁ Σίμων, προσῆλθε τοῦτο αἰτῶν. Εἰ καὶ ἐνίσχυσε δὲ τότε μάλιστα ὁ διωγμὸς, ὅμως ὁ Θεὸς πάλιν αὐτοὺς ἐξείλετο, ἐπιτειχίσας αὐτοῖς τὰ σημεῖα. Οὐ μὴν ὁ θάνατος δὲ Στεφάνου ἔσβεσεν ἐκείνων τὸν θυμὸν, ἀλλ' ἐπέτεινε μᾶλλον, διὸ καὶ σκορπίζονται οἱ διδάσκαλοι, ὥστε 60.144 πλείονα γενέσθαι τὴν μαθητείαν. Ἀλλ' ὅρα καὶ πάλιν διαδεχόμενα αὐτοὺς τὰ χρηστὰ, καὶ ἐν χαρᾷ ὄντας. Χαρὰ γὰρ, φησὶν, ἐγένετο ἐν τῇ πόλει μεγάλη· καίτοι καὶ κοπετὸς ἐγένετο μέγας. Οὕτως εἴωθε ποιεῖν ἀεὶ ὁ Θεὸς, καὶ τοῖς λυπηροῖς τὰ εὐφραίνοντα μιγνύναι, ἵνα καὶ μᾶλλον θαυμάζηται. Ἀφ' ἱκανοῦ δὲ χρόνου τὸ νόσημα ἦν Σίμωνι· διὸ οὐδὲ οὕτως αὐτοῦ ἀπαλλάττεται. Πῶς δαὶ αὐτὸν καὶ ἐβάπτισεν; Ὥσπερ καὶ τὸν Ἰούδανὁ Χριστὸς ἐξελέξατο. Οὗτος θεωρῶν σημεῖα γινόμενα, ἐξίσταται μὲν, οὐ τολμᾷ δὲ τὴν χάριν τῶν σημείων αἰτῆσαι, ἐπειδὴ ᾔδει οὔπω λαβόντας οὐδὲ τοὺς ἄλλους. Πῶς οὖν αὐτὸν οὐκ ἀνεῖλον, ὥσπερ Ἀνανίαν καὶ Σάπφειραν; Ὅτι καὶ τὸ παλαιὸν ὁ τὰ ξύλα συλλέξας, ἀναιρεθεὶς εἰς ἑτέρων σωφρονισμὸν, οὐκέτι ἕτερος τὸ αὐτὸ πέπονθεν. Οὕτω καὶ νῦν Πέτρος ποιεῖ, καὶ κολάσας ἐκείνους, τοῦτον οὐ κολάζει, ἀλλά φησι πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. γʹ. Καὶ διὰ τί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα ἅγιον βαπτισθέντες; Ἤτοι τῷ μὴ δοῦναι Φιλίππου τούτῳ τιμῶντος τάχα τοὺς ἀποστόλους· ἤτοι τῷ μὴ ἔχειν χάρισμα τοιοῦτον (τῶν ἑπτὰ γὰρ ἦν)· ὅπερ καὶ μᾶλλόν ἐστιν εἰπεῖν. Ὅθεν μοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἶναι, ὁ Στεφάνου δεύτερος. ∆ιὸ καὶ βαπτίζων. Πνεῦμα τοῖς βαπτιζομένοις οὐκ ἐδίδου· οὐδὲ γὰρ εἶχεν ἐξουσίαν· τοῦτο γὰρ τὸ δῶρον μόνων τῶν δώδεκα ἦν. Σκόπει δέ· Ἐκεῖνοι οὐκ ἐξῄεσαν, ᾠκονομήθη τούτους ἐξελθεῖν, οἳ καὶ ὑστέρουν τῆς χάριτος, διὰ τὸ μήπω λαβεῖν Πνεῦμα ἅγιον. ∆ύναμιν μὲν γὰρ ἔλαβον ποιεῖν σημεῖα, οὐχὶ δὲ καὶ Πνεῦμα διδόναι ἑτέροις. Ἄρα τοῦτο ἦν τῶν ἀποστόλων ἐξαίρετον· ὅθεν καὶ τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς, ἔστιν ἰδεῖν τοῦτο ποιοῦντας. Ἰδὼν δὲ, φησὶ, Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ ἂν οὕτως εἶπεν, εἰ μὴ αἰσθητόν τι ἐγίνετο. Τοῦτο καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. Εἶδες τὴν μιαρίαν τοῦ Σίμωνος; Χρήματα προσήνεγκε· καίτοι οὐκ εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· ὥστε οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν. ∆ιὰ τοῦτο καὶ ἀκούει· Οὐκ ἔστι σοι μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον τοῦ Θεοῦ. Πάλιν τὰ ἐν τῇ διανοίᾳ εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζε. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα. Ἀποκριθεὶς δὲ Σίμων εἶπεν· ∆εήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ' ἐμὲ ὧν εἰρήκατε. ∆έον ἀπὸ καρδίας μετανοῆσαι, δέον κλαῦσαι· ὁ δὲ ἀφοσιώσει μόνον τοῦτο ποιεῖ. Εἰ ἄρα ἀφεθήσεταί σοι. Τοῦτο εἶπεν, οὐχ ὡς οὐ συγχωρηθέντος ἂν αὐτῷ, εἰ ἔκλαυσεν, ἀλλ' ἔθος καὶ τοῖς προφήταις μόνον ἀπαγορεύειν, καὶ μὴ λέγειν· Ἐὰν δὲ τόδε ποιήσῃς, συγχωρήσεταί σοι· ἀλλ' ὅτι Πάντως ἔσται ἡ τιμωρία. Σὺ δέ μοι θαύμασον καὶ πῶς ἐν καιρῷ συμφορᾶς οὐκ ἀμελοῦσιν, ἀλλὰ τοῦ κηρύγματος ἔχονται· καὶ πῶς καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγίνετο τὰ θαύματα· οὕτω δὴ καὶ ἐνταῦθα. Μαγεία ἦν, καὶ ὅμως φα 60.145 νερὰ ταῦτα τὰ σημεῖα ἦν, καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴ γε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς· ἐπεὶ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παράλυτοι, ἐκεῖνα οὐκ ἀλήθεια ἦν. Οὗτος δὲ οὐχὶ σημείοις μόνον, ἀλλὰ καὶ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλεγόμενος. Ὁ δὲ Σίμων, φησὶ, βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ. Οὐ πίστεως ἕνεκεν, ἀλλ' ὥστε