104
γενέσθαι τοιοῦτος προσεκαρτέρει. Οἱ δὲ καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς ἔδει δυνάμεως, ὥστε δοῦναι Πνεῦμα ἅγιον; Οὐ γάρ ἐστιν ἴσον ἀφέσεως τυχεῖν, καὶ λαβεῖν δύναμιν τοιαύτην. Θεασάμενος δὲ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα. Μὴ γὰρ τοὺς ἄλλους εἶδε τοῦτο ποιοῦντας; μὴ γὰρ Φίλιππον; μὴ γὰρ ἐνόμιζεν αὐτοὺς οὐκ εἰδέναι μεθ' οἵας διανοίας προσῄει; ∆ιὸ καλῶς Πέτρος καὶ δωρεὰν καλεῖ τὸ πρᾶγμα, λέγων· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Ὁρᾷς πανταχοῦ καθαροὺς αὐτοὺς χρημάτων ὄντας; Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Ὥστε ἀπὸ τῆς κακίας πάντα ἔπραττε· καὶ μὴν ἀφελῆ ἔδει εἶναι. Μετανόησον οὖν. Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα. Πολλοῦ θυμοῦ τὰ ῥήματα. Οὐ κολάζει δὲ αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ᾖ, ἵνα μὴ τὸ πρᾶγμα ὠμὸν εἶναι δόξῃ, ἵνα τὰ τῆς μετανοίας εἰσαγάγῃ· ἢ καὶ ὅτι ἤρκει εἰς διόρθωσιν τὸ ἐλέγξαι, τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν, τὸ ἐκεῖνον ὁμολογῆσαι, ὅτι ἑάλω. Τῷ γὰρ εἰπεῖν, ὅτι ∆εήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ, τοῦτό ἐστιν ὁμολογοῦντος ὁμοῦ καὶ δεικνύντος. Ὅρα πῶς, καίτοι μιαρὸς ὢν, ὅμως, ὅτε ἠλέγχθη, τότε ἐπίστευσεν, ὥσπερ καὶ ταπεινὸς γέγονεν, ὅτε πάλιν ἠλέγχθη. Θεωρῶν σημεῖα γινόμενα ἐξίστατο, δεικνὺς τὸ πᾶν ψεῦδος. Οὐ, Προσῆλθεν, εἶπεν, ἀλλ', Ἐξίστατο. Καὶ τί δήποτε ἐκεῖνο εὐθὺς οὐ ποιεῖ; Ἐνόμιζε δύνασθαι λανθάνειν, ἐνόμιζε τέχνην εἶναι τὸ πρᾶγμα· ἐπειδὴ δὲ οὐκ ἴσχυσε λαθεῖν τοὺς ἀποστόλους, προσῆλθε. Πολλῶν γὰρ ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο. Τοῦτο τοῦ ἐξελθεῖν σημεῖον φανερὸν, τὰ δὲ τῶν μάγων ἀπεναντίας· μᾶλλον γὰρ ἐκεῖνοι καὶ ἐδέσμουν. Πολλοί τε παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Οὐκ ἦν ἐνταῦθα ἀπάτη· περιπατῆσαι γὰρ ἔδει καὶ ἐνεργῆσαι. Προσεῖχον δὲ αὐτῷ πάντες, λέγοντες· Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ. Ἐνταῦθα πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· Πολλοὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται ἐπὶ τῷ ὀνόματί μου. ∆ιὰ τί δὲ οὐκ εὐθέως αὐτὸν ἤλεγξαν; Ἠρκέσθησαν τῷ καταγνῶναι αὐτὸν ἑαυτοῦ· καὶ γὰρ καὶ τοῦτο διδασκαλίας ἦν. Ἐπειδὴ δὲ ἀντιστῆναι οὐκ ἴσχυσεν, ὑποκρίνεται ὥσπερ καὶ οἱ μάγοι, ὅτε ἔλεγον· Τοῦτο δάκτυλός ἐστι Θεοῦ. Ἵνα δὲ μὴ καὶ ἀπελαθῇ πάλιν, διὰ τοῦτο καὶ προσεκαρτέρει τῷ Φιλίππῳ, καὶ οὐκ ἐχωρίζετο. δʹ. Σὺ δέ μοι σκόπει, ὅσα οἰκονομεῖται διὰ τοῦ θανάτου τοῦ Στεφάνου. ∆ιασπείρονται κατὰ τὰς χώρας τῆς 60.146 Ἰουδαίας καὶ Σαμαρείας, εὐαγγελίζονται τὸν λόγον, κηρύσσουσι τὸν Χριστὸν, σημεῖα ἐπιτελοῦσι, κατὰ μικρὸν λαμβάνουσι τὴν δωρεὰν οὗτοι. Τοῦτο διπλοῦν σημεῖον ἦν· τό τε γὰρ ἐκείνοις δοῦναι, τό τε τούτῳ μὴ δοῦναι, σημεῖον μέγιστον ἦν. Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψαν εἰς Ἱεροσόλυμα, καὶ πολλὰς κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. Καλῶς οὕτως εἶπε· ∆ιαμαρτυράμενοι. ∆ιαμαρτύρονται γὰρ ἴσως δι' αὐτὸν, ἵνα μὴ ἀπατῶνται, ἵνα λοιπὸν ἐν ἀσφαλείᾳ ὦσιν, ἵνα μὴ ἐξ ἀπειρίας πολλάκις συναρπαγῶσιν. Ὑπέστρεψαν εἰς Ἱεροσόλυμα. ∆ιὰ τί πάλιν ἀπίασιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν, ἔνθα ἡ ἀρχὴ τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες; Καθάπερ ἐν τοῖς πολέμοις οἱ στρατηγοὶ ποιοῦσι, καὶ τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβάνουσι· τὸ αὐτὸ καὶ οὗτοι ἐργάζονται. Ὅρα πάλιν οὐχὶ προηγουμένως ἐρχομένους εἰς Σαμάρειαν, ἀλλὰ διωκομένους τοὺς μαθητὰς, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ, καὶ τοὺς ἀποστόλους πρὸς τοὺς πιστεύσαντας ἤδη τῶν Σαμαρειτῶν λοιπὸν ἐξαποστελλομένους. Ἀκούσαντες δὲ, φησὶν, οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην. Τί δήποτε ἀποστέλλονται; Ὥστε ἀπαλλάξαι μαγείας αὐτοὺς, ὥστε τῆς διδαχῆς ἀναμνῆσαι, ἣν παρὰ Χριστοῦ ἔμαθον,