1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

105

ὅτε πρῶτον ἐπίστευσαν. ∆έον οὖν τοὐναντίον αἰτῆσαι, ἵνα λάβῃ Πνεῦμα ἅγιον· ὁ δὲ, ἐπειδὴ οὐκ ἔμελεν αὐτῷ τούτου, ἵνα διδῷ ἑτέροις αἰτεῖ. Καίτοι ἐκεῖνοι οὐκ ἔλαβον τοῦτο ὥστε διδόναι· ἀλλ' ἤθελεν οὗτος Φιλίππου γενέσθαι λαμπρότερος, ὁ ἐν τοῖς μαθηταῖς ὤν. Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Οὐκ ἐπαρωμένου ταῦτά ἐστιν, ἀλλὰ παιδεύοντος. Ἐπειδὴ γὰρ εἰς δέον αὐτῷ οὐκ ἐχρήσατο, Σοὶ, φησίν, ἔστω τῷ τοιούτῳ. Ὡς ἂν εἴποι τις· Συναπόλοιτο μετὰ τῆς προαιρέσεώς σου, ὅτι οὕτω μικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα· οὐκ ἔστι τοῦτο. Εἰ γοῦν προσῆλθεν, ὡς ἔδει προσελθεῖν, κἂν ἀπεδέχθη, κἂν ὡς λοιμὸς οὐκ ἠλάθη. Ὁρᾷς, ὅτι ὁ μικρὰ περὶ μεγάλων φανταζόμενος διπλᾶ ἁμαρτάνει; ∆ύο τοίνυν αὐτῷ κελεύει· Μετανόησον καὶ δεήθητι, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Οὕτως ἦν ἐπινοήσας τι πονηρόν. ∆ιὰ τοῦτο καὶ εἶπεν, Εἰ ἄρα ἀφεθήσεταί σοι, ὅτι ᾔδει ἀδιόρθωτον ὄντα. Ὁ δὲ πάλιν δέδοικε τὸ πλῆθος, καὶ φοβεῖται ἀρνήσασθαι. Καίτοι εἰ μὴ ἐθορυβήθη, εἶπεν ἂν, ὅτι Οὐκ ᾔδειν, ὅτι ἀφελῶς ἐποίησα· ἀλλ' ἐξεπλάγη, πρώτῳ μὲν ἐκείνῳ, ὅτι ἑάλω τοῖς σημείοις· δευτέρῳ δὲ τούτῳ, τῷ τὰ ἐν τῇ διανοίᾳ αὐτοῦ φανερὰ γενέσθαι. ∆ιὰ τοῦτο μακρὰν καὶ ἀπῄει λοιπὸν εἰς τὴν Ῥώμην, ὡς οὐ φθάνοντος ἐκεῖ τοῦ Ἀποστόλου. Πολλάς τε, φησὶ, κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. Ὅρα, πῶς καὶ αἱ ὁδοὶ αὐτοῖς ἔμπρακτοι ἦσαν· ἀλλ' οὐχὶ ἁπλῶς ἐποιοῦντο αὐτάς. Τοιαύτας καὶ ἡμᾶς ἀποδημίας ἔδει ποιεῖσθαι. Καὶ τί λέγω ἀποδημίας; Πολλοὶ κώμας ἔχουσι καὶ χωρία, καὶ οὐ μέλει αὐτοῖς, οὐδὲ ποιοῦνταί τινα λόγον· ἀλλ' ὅπως μὲν βαλανεῖον γένοιτο, καὶ ὅπως τὰ τιμήματα ἐπιταθείη, καὶ ὅπως αὐλαὶ, καὶ ὅπως οἰκοδομήματα κατασκευασθείη, πολλὴν σπουδὴν ποιοῦνται· ὅπως δὲ ψυχαὶ γεωργηθεῖεν, οὐκέτι. Καὶ σὺ μὲν, ἂν ἀκάνθας παρὰ τὴν ἄρουραν ἴδῃς, τέμνεις, καίεις, ἀφανίζεις, ὥστε τὴν γῆν ἀπαλλάξαι τῆς ἐντεῦθεν λύμης· ὁρῶν αὐτοὺς δὲ τοὺς γεωργοὺς ἀκανθῶν γέμοντας, καὶ οὐκ ἐκτέμνων, οὐ δέδοικας καὶ 60.147 φρίττεις, εἰπέ μοι, τὸν μέλλοντά σε καὶ ὑπὲρ τούτων ἀπαιτεῖν λόγον; Οὐ γὰρ ἐχρῆν ἕκαστον τῶν πιστῶν ἐκκλησίαν οἰκοδομεῖν, διδάσκαλον λαμβάνειν πρὸς τὸ συναίρεσθαι, πρὸ πάντων τοῦτο σκοπεῖν, ὅπως ἅπαντες εἶεν Χριστιανοί; Πῶς, εἰπέ μοι, Χριστιανὸς ἔσται ὁ γεωργὸς, ὁρῶν σὲ οὕτως ἀμελοῦντα τῆς αὑτοῦ σωτηρίας; Οὐ δύνασαι ποιῆσαι σημεῖα καὶ πεῖσαι; Οἷς ἔχεις πεῖσον, φιλανθρωπίᾳ, προστασίᾳ, ἡμερότητι, κολακείᾳ, τοῖς ἄλλοις ἅπασι. Καὶ ἀγορὰς μὲν καὶ βαλανεῖα ποιοῦσιν οἱ πολλοὶ, ἐκκλησίας δὲ οὐχί· καὶ πάντα μᾶλλον, ἢ τοῦτο. ∆ιὸ παρακαλῶ καὶ ἀντιβολῶ καὶ χάριν αἰτῶ, μᾶλλον δὲ καὶ νόμον τίθημι, ὥστε μηδένα ὀφθῆναι ἔρημον ἐκκλησίας χωρίον ἔχοντα. Μή μοι εἴπῃς· Πλησίον ἐστὶν, ἐκ γειτόνων ἐστί· πολλή ἐστιν ἡ δαπάνη, οὐ πολλὴ ἡ πρόσοδος. Εἴ τι ἔχεις εἰς πένητας ἀναλῶσαι, ἐκεῖ ἀνάλωσον· βέλτιον ἐκεῖ, ἢ ἐνταῦθα· θρέψον διδάσκαλον, θρέψον διάκονον καὶ ἱερατικὸν σύστημα. Ὡσανεὶ γυναῖκα ἀγαγὼν ἢ νύμφην, ἢ δοὺς θυγατέρα, οὕτω τῇ Ἐκκλησίᾳ διάκεισο· προῖκα ἐπίδος αὐτῇ. Οὕτω σοι εὐλογίας τὸ χωρίον πληρωθήσεται. Τί γὰρ οὐκ ἔσται ἐκεῖ τῶν ἀγαθῶν; μικρὸν, εἰπέ μοι, τὸν ληνὸν εὐλογεῖσθαι; μικρὸν, ἐξ ὅλων τῶν καρπῶν τῶν σῶν τὸν Θεὸν πρότερον ἀπόμοιραν καὶ ἀπαρχὰς λαμβάνειν; Πρὸς εἰρήνην τῶν γεωργούντων τοῦτο χρήσιμον. Αἰδέσιμος ἔσται καὶ ὁ πρεσβύτερος λοιπὸν, καὶ πρὸς ἀσφάλειαν τοῦ χωρίου συμβαλεῖται τοῦτο. Εὐχαὶ ἐκεῖ διηνεκεῖς διὰ σὲ, ὕμνοι καὶ συνάξεις διὰ σὲ, προσφορὰ καθ' ἑκάστην Κυριακήν. Οἷόν ἐστιν εἰς θαῦμα μεῖζον, τοῦ τάφους μὲν ἑτέρους οἰκοδομῆσαι λαμπροὺς, ἵνα οἱ μετὰ ταῦτα ἀκούωσιν, ὅτι ὁ δεῖνα ᾠκοδόμησε, σὲ δὲ ἐκκλησίας ἀναστῆσαι! Ἐννόησον, ὅτι μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας σὺ τὸν μισθὸν ἕξεις ὁ ἀναστήσας θυσιαστήριον τοῦ Θεοῦ. εʹ. Εἰπὲ γάρ μοι, εἰ βασιλεύς σοι ἐκέλευσεν οἰκοδομῆσαι οἰκίαν, ἵνα ἐκεῖ καταλύοι, οὐκ ἂν πάντα ἐποίησας; Νῦν οὖν βασίλειά ἐστι τοῦ Χριστοῦ, τῆς ἐκκλησίας ἡ οἰκοδομή. Μὴ τὸ ἀνάλωμα ἴδῃς, ἀλλὰ τὸν καρπὸν λόγισαι· γεωργοῦσιν ἐκεῖνοι τὴν γῆν, σὺ γεώργησον αὐτῶν τὰς ψυχάς·