106
φέρουσί σοι καρποὺς ἐκεῖνοι, σὺ εἰς τὸν οὐρανὸν αὐτοὺς ἀνάγαγε. Ὁ τὴν ἀρχὴν δοὺς, οὗτος καὶ τῶν ἄλλων αἴτιος πάντων. Ἄρα καὶ σὺ αἴτιος ἔσῃ τῶν κατηχουμένων ἐκεῖ, τῶν ἐν τοῖς χωρίοις τοῖς πλησίον. Καίτοι τὰ μὲν βαλανεῖα μαλακωτέρους ποιεῖ τοὺς γεωργοὺς, τὰ καπηλεῖα τρυφηλοτέρους· ἀλλ' ὅμως ποιεῖτε ταῦτα διὰ δόξαν. Αἱ ἀγοραὶ καὶ αἱ πανηγύρεις πάλιν ἰταμούς· τὰ δὲ ἐνταῦθα, πᾶν τοὐναντίον. Ἡλίκον γάρ ἐστιν ἰδεῖν πρεσβύτερον εἰς εἰκόνα βαδίζοντα τοῦ Ἀβραὰμ, πολιὸν, ἀνεζωσμένον καὶ σκάπτοντα καὶ αὐτουργοῦντα! Τί τοῦ ἀγροῦ ποθεινότερον ἐκείνου; Ἐνταῦθα μείζων ἡ ἀρετή. Οὐκ ἔστιν ἀσέλγεια ἐκεῖ, ἀλλ' ἀπελήλαται· οὐκ ἔστι μέθη καὶ τρυφὴ, ἀλλ' ἐξώρισται· οὐκ ἔστι κενοδοξία, ἀλλ' ἔσβεσται· τὸ τῆς εὐνοίας πλέον ἐκεῖ διαλάμπει διὰ τὴν ἀφέλειαν. Οἷόν ἐστιν ἀπελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι αὐτὸς αὐτὸν ᾠκοδόμησε, καὶ ῥῖψαι ἑαυτὸν ὕπτιον, καὶ μετὰ τὴν αἰώραν τὴν σωματικὴν καὶ λυχνικοῖς καὶ ἑωθινοῖς ὕμνοις παραγενέσθαι, ὁμοτράπεζον ἔχειν τὸν ἱερέα, συνομιλοῦντα εὐλογίας 60.148 ἀπολαύειν, ἑτέρους ὁρᾷν ἐρχομένους ἐκεῖ; Τοῦτο τεῖχος, τοῦτο ἀσφάλεια ἀγροῦ. Οὗτός ἐστιν ὁ ἀγρὸς περὶ οὗ φησιν Ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος. Εἰ καὶ χωρὶς τούτου καλὸς ὁ ἀγρὸς διὰ τὴν ἡσυχίαν, διὰ τὸ ἀπραγμοσύνης γέμειν· ὅταν καὶ τοῦτο ἔχῃ, τίνι οὐκ ἔσται ἴσος; Ἀγρὸς γὰρ ἐκκλησίαν ἔχων, τῷ παραδείσῳ ἔοικε τοῦ Θεοῦ. Οὐκ ἔστιν ἐκεῖ κραυγὴ, οὐκ ἔστι θόρυβος, οὐκ ἐχθροὶ διάφοροι, οὐχ αἱρέσεις· πάντας φίλους ἔστιν ἰδεῖν, τῶν αὐτῶν δογμάτων κοινωνούς. Ἄγει σε εἰς φιλοσοφίαν ἡ ἡσυχία· λαβών σε ἀπὸ τῆς φιλοσοφίας ταύτης ὁ πρεσβύτερος, θεραπεύσει εὐκόλως. Ἐνταῦθα μὲν γὰρ, ὅσα ἐὰν λέγωμεν, ἡ ἀγορὰ ἐκκρούει· ἐκεῖ δὲ ἅπερ ἂν ἀκούσῃς, πεπηγότα ἕξεις ἐν τῇ διανοίᾳ, ἕτερος ἐν τῷ ἀγρῷ ἔσῃ δι' ἐκείνου· καὶ ἐκείνων δὲ προστήσεται, καὶ ἔσται φύλαξ τῷ τε παρεῖναι, τῷ τε ῥυθμίζειν αὐτούς. Πόσον δέ ἐστι καὶ τὸ ἀνάλωμα, εἰπέ μοι; Ποίησον τέως μικρὸν οἶκον ἐν τάξει ναοῦ· ὁ μετὰ σὲ ποιήσει στοὰν, ὁ μετ' ἐκεῖνον ἕτερα προσθήσει, καὶ οὕτω σοὶ λογισθήσεται τὸ πᾶν. Σὺ δίδως μικρὸν, καὶ τοῦ παντὸς λαμβάνεις τὸν μισθόν. Οὐκοῦν ἀρχὴν ἐπίθες, θεμέλιον κατάβαλε· μᾶλλον δὲ ἀλλήλους παρακαλέσατε· ἅμιλλαν ποιήσασθε τοῦ πράγματος. Νῦν δὲ, ἔνθα μὲν ἄχυρα καὶ σῖτον καὶ πάντα τὰ τοιαῦτα ἀποθέσθαι δεῖ, εὐκόλως οἰκοδομοῦσιν· ἔνθα δὲ συλλεγῆναι χρὴ ψυχῶν γεννήματα, οὐδαμῶς φροντίζουσιν, ἀλλ' ἀναγκάζονται μυρίους σταδίους βαδίζειν, καὶ μακρὰς ἀποδημίας στέλλεσθαι, ἵνα εἰς ἐκκλησίαν ἀπίωσιν. Ὅσον δέ ἐστιν ἀγαθὸν μετὰ πολλῆς ἡσυχίας ἐν τῇ ἐκκλησίᾳ τὸν ἱερέα παραγίνεσθαι, ἵνα προσίῃ τῷ Θεῷ, καὶ λέγῃ ὑπὲρ τῆς κώμης καθ' ἑκάστην ἡμέραν, ὑπὲρ τοῦ κεκτημένου! Μικρόν ἐστιν, εἰπέ μοι, τὸ καὶ ἐν ταῖς ἁγίαις ἀναφοραῖς ἀεὶ τὸ ὄνομά σου ἐγκεῖσθαι, καὶ καθ' ἑκάστην ἡμέραν ὑπὲρ τῆς κώμης εὐχὰς γίνεσθαι πρὸς τὸν Θεόν; πόσον σοι καὶ εἰς τὰ ἄλλα τοῦτο λυσιτελεῖ! Συμβαίνει τινὰς ἐκ γειτόνων οἰκεῖν καὶ ἔχειν ἐπιτρόπους· πρὸς σὲ μὲν οὖν τὸν πένητα οὐκ ἀξιώσει τις ἐκείνων οὐδὲ ἐλθεῖν· τὸν δὲ πρεσβύτερον ἴσως καὶ καλέσει, καὶ τραπέζης κοινωνὸν ποιήσει. Ὁρᾷς, πόσα ἐντεῦθεν γενήσεται καλά; Πάσης ἔσται τέως ἡ κώμη πονηρᾶς ὑποψίας ἐλευθέρα· οὐδεὶς ἀνδροφονίας, οὐδεὶς κλοπῆς ἕνεκεν ἐγκαλέσει, οὐδεὶς τοιοῦτον οὐδὲν ὑποπτεύσει. Ἔχουσι καὶ ἑτέραν παραμυθίαν, ἂν νόσος παρακολουθήσῃ, ἂν θάνατος. Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε καὶ αἱ φιλίαι γίνονται τῶν ἐκεῖ παρ' ἀλλήλοις ἰόντων· καὶ αἱ σύνοδοι δὲ γενήσονται πολλῷ τῶν ἐν ταῖς πανηγύρεσιν ἡδίους. Οὐ μόνον δὲ αἱ σύνοδοι, ἀλλὰ καὶ αὐτοὶ οἱ προεστῶτες διὰ τὸν πρεσβύτερον αἰδεσιμώτεροι ἔσονται. Πάντως ἀκούεις, ὅτι τὰ Ἱεροσόλυμα παρὰ τὰς ἄλλας πόλεις τιμιώτερα ἦν παρὰ τοῖς παλαιοῖς· ἀλλ' οὐχ ἁπλῶς, ἀλλὰ διὰ τὴν τότε κρατοῦσαν εὐσέβειαν. ∆ιὰ τοῦτο ἔνθα τιμᾶται Θεὸς, οὐδέν ἐστι πονηρόν· ὥσπερ πάλιν ἔνθα οὐ τιμᾶται, οὐδὲν ἀγαθόν. Πολλὴ ἀσφάλεια ἔσται καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. Ναὶ παρακαλῶ, μὴ παρέργως, ἀλλὰ προθύμως τοῦ πράγματος ἀντιλάβεσθε. Εἰ γὰρ ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα τοῦ Θεοῦ ἔσται· ὁ