1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

107

τοσαύτας ψυχὰς τάς τε οὔσας, τάς τε ἐσομένας ἕως τῆς τοῦ Χριστοῦ παρουσίας ὠφελῶν καὶ ἀνακτώμενος, πόσης οὐκ ἀπολαύσεται εὐνοίας παρὰ τοῦ Θεοῦ! Φρούριον κατασκεύασον κατὰ τοῦ διαβόλου· τοῦτο γάρ ἐστιν ἡ ἐκκλησία. Ἐκεῖθεν ὁρμάτωσαν αἱ χεῖρες εἰς κάματον· πρῶτον ἀνατεινέτωσαν αὐτὰς 60.149 εἰς εὐχὰς, καὶ τότε ἀπίτωσαν εἰς τὴν ἐργασίαν. Οὕτως ἔσται αὐτοῖς ἰσχὺς σώματος, οὕτως ἔσται ἡ γεωργία πολλὴ, οὕτω πάντα ἐκτὸς ἔσται τὰ κακά. Οὐκ ἔστι τὴν ἡδονὴν τὴν ἐντεῦθεν λόγῳ παραστῆσαι, ἕως ἂν ἔργῳ μὴ γένηται. Μὴ τοῦτο ἴδῃς, ὅτι οὐδεμίαν ἔχει πρόσοδον· ὅλως εἰ οὕτω ποιεῖς, μὴ ποιήσῃς, εἰ μὴ νομίζεις πρόσοδον λαμβάνειν παντὸς τοῦ χωρίου μείζονα· εἰ μὴ οὕτω διάκεισαι, μηδὲ ἐργάσῃ· εἰ μὴ ὑπὲρ πάντα προστῆναί σου ὑπολαμβάνεις τὸ ἔργον τοῦτο. Τί τῆς προσόδου ταύτης μεῖζον, τοῦ εἰς τὴν ἅλω τὴν ἐν οὐρανῷ εἰσαγαγεῖν ψυχάς; Οἴμοι! ὅτι οὐκ ἴστε πόσον ἐστὶ τὸ κερδᾶναι ψυχάς. Ἄκουε τί φησι πρὸς τὸν Πέτρον ὁ Χριστός· Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Εἰ βασιλικὰ πρόβατα θεασάμενος ἢ ἵππων ἀγέλην, παρὰ τὸ σηκὸν μὴ ἔχειν, εἰς ἐπιβουλὴν προκείμενα, λαβὼν αὐτὸς σηκόν τε ᾠκοδόμησας καὶ ἱππῶνα, ἢ καὶ ποιμένα ἐπέστησας, τίνι οὐκ ἄν σε ἠμείψατο ὁ βασιλεύς; Νῦν τὴν ποίμνην τοῦ Χρι 60.150 στοῦ συνάγεις καὶ ποιμένα ἐφιστᾷς, καὶ οὐχ ἡγῇ μέγα τι ἐργάζεσθαι; Τί λέγω; Εἰ ὁ σκανδαλίζων καὶ ἕνα, ἀπειλὴν ἔχει τοσαύτην ὑποστῆναι τιμωρίαν· ὁ σώζων τοσούτους, εἰπέ μοι, οὐχὶ σωθήσεται; Εὔδηλον ὅτι. Ποίαν ἕξει γὰρ λοιπὸν ἁμαρτίαν, ἢ κἂν ἔχοι, οὐκ ἐξαλείφει ταύτην; Ἀπὸ τῆς τιμωρίας τοῦ σκανδαλίζοντος μάθε τὸ ἔπαθλον τοῦ σώζοντος. Εἰ μὴ περισπούδαστον ἦν τῷ Θεῷ καὶ μιᾶς ψυχῆς σωτηρία, οὐκ ἂν τοσαύτην ὀργὴν ἐποίησεν αὐτῷ ἡ ἀπώλεια. Ταῦτα οὖν εἰδότες, ἐχώμεθα ἤδη τοῦ ἔργου τούτου τοῦ πνευματικοῦ, καὶ ἐμὲ καλεσάτω ἕκαστος, καὶ ἡμεῖς συναντιληψόμεθα τὰ δυνατά. Καὶ εἰ μὲν τρεῖς εἶεν οἱ κεκτημένοι, ἐκ συνεισφορᾶς ποιείτωσαν· εἰ δὲ εἷς, καὶ τοὺς ἄλλους ἀναπείσει τοὺς πλησίον. Μόνον τοῦτο κατορθῶσαι σπουδάσατε, παρακαλῶ, ἵνα πάντοθεν εὐαρεστοῦντες τῷ Θεῷ, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.149 ΟΜΙΛΙΑ ΙΘʹ. Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων·

Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. Καὶ

ἀναστὰς ἐπορεύθη. αʹ. Ἐμοὶ δοκεῖ ταῦτα ὢν ἐν Σαμαρείᾳ προστάττεσθαι, ὅτι ἀπὸ Ἱεροσολύμων

οὐ πρὸς μεσημβρίαν τις ἄπεισιν, ἀλλὰ πρὸς ἄρκτον· ἀπὸ δὲ Σαμαρείας πρὸς μεσημβρίαν. Αὕτη ἐστὶν ἔρημος. Τοῦτο λέγει, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν. Καὶ οὐκ ἠρώτησε, διὰ τί; ἀλλ' ἀναστὰς ἐπορεύθη. Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Αἰθίοψ εὐνοῦχος, δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ. Ἦν δὲ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. Μεγάλα ἐγκώμια τὰ περὶ τούτου εἰρημένα· εἴ γε καὶ ἐν Αἰθιοπίᾳ μένων, καὶ τοσούτοις κυκλούμενος πράγμασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίμονι πόλει ὢν, ἤρχετο προσκυνήσων εἰς Ἱερουσαλήμ. Πολλή τε ἡ σπουδὴ, ὅτι καὶ καθήμενος ἐπὶ τοῦ ὀχήματος ἀνεγίνωσκεν. Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. Προσδραμὼν δὲ ὁ Φίλιππος, ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἡσαΐαν τὸν προφήτην, καὶ εἶπεν· Ἆρά γε γινώσκεις, ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπε· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μήτις ὁδηγήσῃ με. Ὅρα πάλιν ἄλλην εὐλάβειαν. Τίνα ταύτην;