108
Ὅτι οὐκ εἰδὼς ἀνεγίνωσκεν, εἶτα μετὰ τὸ ἀναγνῶναι ἐξετάζει. Παρεκάλεσε δὲ τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Ἡ δὲ περιοχὴ τῆς Γραφῆς, ἣν ἀνεγίνωσκεν, ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· ∆έομαί σου, περὶ τίνος ὁ προφήτης τοῦτο λέγει; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, 60.150 καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Ὁρᾷς, πῶς οἰκονομεῖται τὰ κατ' αὐτόν; Πρότερον ἀναγινώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν περιοχὴν, ἔνθα ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις καὶ ἡ δωρεά. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει με βαπτισθῆναι; Εἶδες προθυμίαν; εἶδες ἀκρίβειαν; Ἐκέλευσέ τε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν εἰς τὸ ὕδωρ ἀμφότεροι, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. Ὅτε δὲ ἀνέβησαν ἀπὸ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι ὁ εὐνοῦχος. Ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. ∆ιὰ τί, φησὶν, ἦρεν αὐτὸν Πνεῦμα Κυρίου; ∆ιότι ἔμελλε καὶ ἄλλας πόλεις διελθεῖν καὶ εὐαγγελίσασθαι. Ὥστε οὖν ὕστερον αὐτὸν θαυμασθῆναι τοῦτο ἐγένετο, ὥστε μὴ ἀνθρώπινον τὸ περὶ αὐτὸν, ἀλλὰ θεῖον νομίσαι. Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίσατο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. Καὶ ἐκ τούτου δῆλον ὡς οὗτος τῶν ἑπτά ἐστι· καὶ γὰρ καὶ ὕστερον ἐκεῖ εὑρίσκεται ἐν Καισαρείᾳ. Συμφερόντως οὖν ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος· ὃν καὶ ἐλύπησεν ἂν ἐκεῖνος, ἀνανεύσας καὶ ἀρνησάμενος, οὐδέπω καιροῦ ὄντος. Εἶδες ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι, καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦντας; Τὸ δὲ θαυμαστὸν καὶ ἐντεῦθεν δείκνυται· ὅπερ γὰρ πάλαι σπάνιον ἦν καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα μετὰ πολλῆς γίνεται ἀφθονίας. Ἄλλως δὲ καὶ προαναφώνησίς τις τὸ γεγονὸς ἦν τοῦ τῶν ἀλλοφύλων κρατῆσαι αὐτούς. Καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον, ἱκανὸν τοὺς μανθάνοντας πεῖσαι πρὸς τὸν ἴσον καὶ αὐτοὺς ζῆλον διαναστῆναι. ∆ιὰ τοῦτο γοῦν καὶ ἐπορεύετο χαίρων, ὥστε εἰ ἠπίστατο, οὐκ ἂν ἥσθη. Τί δαὶ ἐκώλυε, φησὶ, πάντα αὐτὸν ἀκριβῶς μαθεῖν καὶ ἐν τῷ ὀχήματι ὄντα, καὶ μάλιστα ἐν ἐρήμῳ; Ὅτι οὐκ ἦν τὸ πρᾶγμα ἐπίδειξις. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ ἀνεγνωσμένα. Καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος, φησὶ, δυνάστης τῆς βασιλίσσης Αἰθιόπων Κανδά 60.151 κης. Ἐκ τούτου δῆλον, ὡς ὑπὸ ταύτης ἤρχοντο. Καὶ γὰρ γυναῖκες ἐκράτουν τὸ παλαιὸν, καὶ οὗτος ἦν νόμος παρ' αὐτοῖς. Οὕτως οὐκ ᾔδει Φίλιππος, τίνος ἕνεκεν παρεγένετο εἰς τὴν ἔρημον, ὅτι καὶ οὐκέτι ἄγγελος, ἀλλὰ τὸ Πνεῦμα αὐτὸν ἁρπάζει. Οὐδὲν δὲ τούτων οὔτε ὁρᾷ ὁ εὐνοῦχος, ἀτελὴς ἔτι ὢν, ἢ ὅτι καὶ ταῦτα οὐ τοῖς σωματικωτέροις, ἀλλὰ τοῖς πνευματικωτέροις ἐστὶν, οὔτε μὴν, ἃ Φίλιππος ἐκδιδάσκεται, μανθάνει. Καὶ διὰ τί μὴ ἐκείνῳ φαίνεται ὁ ἄγγελος, καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; Ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ καὶ ἐξεπλάγη μᾶλλον. Ὅρα τὴν τοῦ Φιλίππου φιλοσοφίαν· οὐ κατηγόρησεν, οὐκ εἶπεν· Ἀγνοεῖς, ἐγώ σε διδάξω· οὐκ εἶπεν· Ἐγὼ ταῦτα ἀκριβῶς οἶδα· οὐκ ἐκολάκευσε, καὶ εἶπεν αὐτῷ· Μακάριος εἶ ἀναγινώσκων. Οὕτως ἦν καὶ θρασύτητος ἐκτὸς καὶ κολακείας τὸ ῥῆμα, καὶ μᾶλλον κηδεμονικοῦ καὶ φιλανθρώπου. Ἔδει γὰρ αὐτὸν αἰτῆσαι, ἔδει αὐτὸν ποθῆσαι. Ἐμφαίνοντος δέ ἐστιν, ὡς οἶδεν, ὅτι οὐδὲν ᾔδει ἐκεῖνος, τῷ εἰπεῖν· Ἆρά γε γινώσκεις, ἃ ἀναγινώσκεις; καὶ ἅμα δεικνύντος πολὺν τὸν θησαυρὸν ἐγκείμενον. βʹ. Ἀλλ' ὅρα, πῶς συνετῶς καὶ ὁ εὐνοῦχος ἀπολογεῖται. Πῶς γὰρ ἂν, φησὶ, δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Οὐκ εἶδεν εἰς τὸ σχῆμα, οὐκ εἶπε· Σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ' ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει. Ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεῖδεν, ὅτι καὶ οἶδε ταῦτα, καὶ βούλεται διδάξαι.