1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

112

μετὰ ταῦτα; Οὐκ ἔδει αὐτὸν ἰδεῖν ἐλαυνομένους τοὺς ἀποστόλους, διὰ τὸ ἀσθενὲς ἔτι· οὐδὲ πρότερον οὕτως ἦν εὔκολον, ὡς ὅτε ὁ προφήτης αὐτὸν κατήχησεν. Οὕτω καὶ νῦν, εἴ τις ὑμῶν ἐθέλοι προσέχειν τοῖς προφήταις, οὐ δεήσεται σημείων· καὶ εἰ βούλεσθε, αὐτὴν τὴν προφητείαν ἴδωμεν τί φησιν. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐντεῦθεν ἔμαθεν, ὅτι ἐσταυρώθη, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, ὅτι ἴσχυσε καὶ ἑτέρους σῶσαι, ὅτι ἡ γενεὰ αὐτοῦ ἀνεκδιήγητος, ὅτι πέτραι ἐῤῥάγησαν, ὅτι τὸ καταπέτασμα ἐσχίσθη, ὅτι νεκροὶ ἐκ τῶν μνημείων ἠγέρθησαν· μᾶλλον δὲ ταῦτα πάντα εἶπεν αὐτῷ ὁ Φίλιππος, μόνον ὑπόθεσιν λαβὼν ἀπὸ τοῦ προφήτου. Μέγα ὄντως ἡ τῶν Γραφῶν ἀνάγνωσις. Οὕτως ἐκεῖνο ἐπληροῦτο τὸ παρὰ τοῦ Μωϋσέως εἰρημένον· Καθεζόμενος, καὶ κοιταζόμενος, καὶ διανιστάμενος, καὶ περιπατῶν, μέμνησο Κυρίου τοῦ Θεοῦ σου. Μάλιστα γὰρ αἱ ὁδοὶ, ὅταν ἔρημοι ὦσι, καὶ πρὸς τὰς ἐννοίας ἡμῖν καιρὸν διδόασιν, οὐδενὸς ὄντος τοῦ παρενοχλοῦντος. Καὶ οὗτος ἐν ὁδῷ πιστεύει, καὶ Παῦλος ἐν ὁδῷ· ἀλλὰ τοῦτον οὐδεὶς ἕλκει, ἀλλ' ὁ Χριστός. Μεῖζον ἢ κατὰ τοὺς ἀποστόλους τοῦτο ἦν· τὸ δὲ μεῖζον, ὅτι τῶν ἀποστόλων ὄντων ἐν Ἱεροσολύμοις, καὶ οὐδενὸς ὄντος ἐκ τούτων ἐν ∆αμασκῷ, ἐπανῄει ἐκεῖθεν πεισθείς· καὶ οἱ ἐν ∆αμασκῷ ᾔδεσαν, ὅτι οὐκ ἀπὸ Ἱεροσολύμων ἦλθε πεπεισμένος· ἐπιστολὰς γὰρ ἔφερεν, ὥστε δῆσαι τοὺς πιστεύοντας. Καθάπερ ἰατρὸς ἄριστος, ἀκμάζοντος ἔτι τοῦ πυρετοῦ, τὸ βοήθημα αὐτῷ ἐπήγαγεν ὁ Χριστός· ἔδει γὰρ αὐτὸν μεταξὺ μαινόμενον κατασχεθῆναι. Τότε μάλιστα κατέπεσε, καὶ κατέγνω ἑαυτοῦ, ὡς δεινὰ τολμῶντος. Ἀλλὰ πάλιν καλὸν πρὸς ὑμᾶς τὸν λόγον ἐπαναλαβεῖν. Τίνος ἕνεκεν, εἰπέ μοι, αἱ Γραφαί; Τὸ γὰρ ὑμέτερον μέρος, πάντα ἀνῄρηται. Τίνος ἕνεκεν ἐκκλησία; Κατάχωσον τὰ βιβλία· τάχα οὐ τοιοῦτον κρῖμα, οὐ τοιαύτη κόλασις. Εἴ τις καταχώσειεν αὐτὰ ἐν κόπρῳ, καὶ μὴ ἀκούοι αὐτῶν, οὐχ οὕτως αὐτὰ ὑβρίζει, ὡς νῦν. Τί γὰρ, εἰπέ μοι, τὸ ὑβριστικὸν ἐκεῖ; Ὅτι αὐτὰ κατέχωσε. Τί δαὶ ἐνταῦθα; Ὅτι οὐκ ἀκούομεν αὐτῶν. Εἰπέ μοι, τίς ποτε μάλιστα ὑβρίζεται; ὅταν σιωπῶντος μὴ ἀποκρίνηται, ἢ ὅταν λέγοντος; Πάντως ὅταν λέγοντος. Ὥστε μείζων ἡ ὕβρις νῦν, ὅταν καὶ φθεγγομένου μὴ ἀκούσῃς, μείζων ἡ καταφρόνησις. Μὴ λαλεῖτε ἡμῖν, φησὶ, πάλαι Ἰουδαῖοι τοῖς προφήταις ἔλεγον· ὑμεῖς δὲ χεῖρον ποιεῖτε, 60.156 λέγοντες· Μὴ λαλεῖτε, οὐ ποιοῦμεν. Ἐκεῖνοι μὲν οὖν ἀπέστρεφον αὐτοὺς μηδὲ φθέγγεσθαι, ὡς ἀπὸ τῆς φωνῆς δεχόμενοί τινα εὐλαβείας ἀφορμήν· ὑμεῖς δὲ ἐκ πολλῆς καταφρονήσεως οὐδὲ τοῦτο ποιεῖτε. Πιστεύσατε, εἰ τὰ στόματα ἡμῖν ἐνεφράξατε, τὰς χεῖρας ἐπιθέντες, οὐκ ἦν τοσαύτη ἡ ὕβρις ὅση νῦν. Εἰπὲ γάρ μοι, ὁ ἀκούων καὶ μὴ πειθόμενος, μειζόνως καταφρονεῖ, ἢ ὁ μηδὲ ἀκούων; εʹ. Ἀλλὰ φέρε ἐπὶ ὕβρεως τὸ πρᾶγμα ἐξετάσωμεν· Εἴ τις τὸν ὑβρίζοντα κατέχοι, καὶ ἐπιστομίζοι ὡς ἀλγῶν ταῖς ὕβρεσιν, ἕτερος δὲ μηδὲ φροντίζοι μηδὲ προσποιοῖτο, τίς μᾶλλον καταφρονεῖ; οὐχ οὗτος; Ἐκεῖνος μὲν γὰρ ἐμφαίνει, ὅτι πληγὴν δέχεται· οὗτος δὲ μονονουχὶ τὸ στόμα ἐμφράττει τοῦ Θεοῦ. Ἐφρίξατε τὸ ῥηθέν; Ἀλλ' ἄκουε καὶ πῶς τοῦτο γίνεται. Τὸ στόμα, δι' οὗ ὁ Θεὸς φθέγγεται, στόμα ἐστὶ τοῦ Θεοῦ. Καθάπερ γὰρ τοῦτο τὸ στόμα τῆς ψυχῆς ἡμῶν ἐστι, καίτοι ψυχῆς οὐκ ἐχούσης στόμα· οὕτω καὶ τὸ στόμα τῶν προφητῶν στόμα ἐστὶ τοῦ Θεοῦ. Ἀκούσατε καὶ φρίξατε. Κοινὸς διάκονος, ἕστηκεν ὁ διάκονος μέγα βοῶν καὶ λέγων· Πρόσχωμεν· καὶ τοῦτο πολλάκις. Ἐκείνη ἡ φωνὴ κοινὴ τῆς Ἐκκλησίας ἐστὶν, ἣν οὗτος ἀφίησι, καὶ οὐδεὶς ὁ προσέχων. Μετ' ἐκεῖνον ἄρχεται ὁ ἀναγνώστης τῆς προφητείας Ἡσαΐου· καὶ οὐδὲ οὕτω προσέχει τις, καίτοι προφητεία οὐδὲν ἀνθρώπινον ἔχει. Εἶτα εἰς ἐπήκοον ἐκφωνεῖ λέγων, Τάδε λέγει Κύριος, καὶ οὐδὲ οὕτω προσέχει τις. Τί λέγω; Φοβερά τινα διεξέρχεται καὶ φρικώδη, καὶ οὐδὲ οὕτως ἔστι τις ὁ προσέχων. Ἀλλὰ τίς ὁ λόγος τῶν πολλῶν; Ἀεὶ, φησὶ, τὰ αὐτὰ ἀναγινώσκεται. Τοῦτο μάλιστα ὑμᾶς ἀπόλλυσιν. Εἰ μὲν οὖν ᾔδειτε αὐτὰ, μάλιστα μὲν οὐδὲ οὕτως ἀπέχεσθαι ἔδει· ἐπεὶ καὶ ἐν τοῖς θεάτροις ἀεὶ τὰ αὐτὰ