115
Ἰησοῦς, φησὶν, ὁ ὀφθείς 60.159 σοι ἐν τῇ ὁδῷ. Καὶ μὴν τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Χριστός· ἀλλ' ἀπὸ τοῦ Πνεύματος ἔμαθε. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη. Καὶ λαβὼν τροφὴν, ἐνίσχυσε. Μόνον αὐτῷ τὰς χεῖρας ἐπέθηκε, καὶ εὐθέως τῶν ὀφθαλμῶν αὐτοῦ ἀπέπεσον αἱ λεπίδες. Ταύτας τινές φασι τῆς πηρώσεως αὐτοῦ εἶναι αἰτίας. Καὶ διὰ τί μὴ ἐπήρωσε αὐτοῦ τοὺς ὀφθαλμούς; Τοῦτο παραδοξότερον ἦν· καὶ γὰρ ἀνεῳγμένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόμου, ἕως τὸ ὄνομα ἐπετέθη τοῦ Ἰησοῦ. Καὶ εὐθέως, φησὶν, ἐβαπτίσθη. Καὶ λαβὼν τροφὴν, ἐνίσχυσεν. Ἄρα καὶ ἐξησθενηκὼς ἦν ἀπό τε τῆς ὁδοιπορίας, ἀπό τε τοῦ φόβου, ἀπό τε τοῦ λιμοῦ καὶ τῆς ἀθυμίας. Βουλόμενος οὖν αὐτοῦ ἐπιτεῖναι τὴν ἀθυμίαν, τυφλὸν μένειν εἴασεν, ἕως ἦλθεν Ἀνανίας. Καὶ ἵνα μὴ νομίσῃ φαντασίαν τις εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες. Ἄρα οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν γέγονε διδασκαλία. Ἐγένετο δὲ μετὰ τῶν ὄντων ἐν ∆αμασκῷ μαθητῶν ἡμέρας τινάς. Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα, εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς. Οὐκ ᾐσχύνετο τὴν μεταβολὴν, οὐκ ἐδεδοίκει, ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα καταλύων. Οὐχ ἁπλῶς ἦν διδάσκαλος, ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς. Οὕτως ἐκ προοιμίων θανατῶν ὁ ἄνθρωπος ἦν, καὶ πρὸς φόνους παρεσκευασμένος. Ὁρᾷς, οἷον γέγονε σημεῖον εἰς αὐτὸν ἐναργές; Τούτῳ αὐτῷ καὶ πάντας ἐξέπληττε. ∆ιὸ καὶ τοῦτο δηλῶν ἐπάγει, λέγων· Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς αὐτὸ τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους ἀναγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνῄσχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν ∆αμασκῷ, συμβιβάζων, ὅτι Οὗτός ἐστιν ὁ Χριστός. Ἅτε νομομαθὴς ὢν, ἐπεστόμιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι. Ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις διαλέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗρον ἕτερον. βʹ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ κατὰ τὸν Ἀνανίαν· Οὐκ εἶπε πρὸς αὐτὸν, ∆ιαλέχθητι καὶ κατήχησον αὐτόν. Εἰ γὰρ εἰπὼν, ὅτι Εὔχεται, καὶ εἶδεν ἄνδρα ἐπιθέντα αὐτῷ τὰς χεῖρας, οὐκ ἔπεισε· πολλῷ μᾶλλον, εἰ τοῦτο εἶπεν. Εἶδε, φησὶν, ἐν ὁράματι· ὥστε οὐδὲ διαπιστήσει σοι· μὴ τοίνυν φοβηθῇς, ἀλλὰ πορεύου. Οὕτως οὐδὲ Φίλιππος τότε τὸ πᾶν εὐθέως ἀκούει. Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος. Ἐκ περιουσίας τὸν φόβον λύοντός ἐστι τοῦτο, καὶ θαῤῥεῖν πείθοντος· εἴ γε οὕτω μέλλοι τὰ ὑπὲρ αὐτοῦ φρονεῖν, ὡς καὶ παθεῖν πολλά. Εἰπὼν δὲ, Σκεῦος, ὥστε δεῖξαι, ὅτι οὐκ ἔστι φυσικὴ αὐτοῦ ἡ κακία, Ἐκλογῆς προσέθηκεν, ἵνα δηλώσῃ, ὅτι καὶ δόκιμός ἐστι· τὸ δόκιμον γὰρ ἐκλεγόμεθα. Μὴ δὴ νομίσῃ τις ταῦτα ἀκούων, ὅτι ἀπιστῶν τοῖς λεγομένοις ταῦτά φησιν Ἀνανίας, ἢ ἠπατῆσθαι νομίζων τὸν Χριστόν· μὴ γένοιτο· ἀλλὰ φοβούμενος καὶ τρέμων, οὐδὲ προσεῖχε τοῖς εἰρημένοις, ἀκούσας τὸ ὄνομα Παύλου· οὕτω προκατέλαβεν ὁ φόβος ἀπὸ τοῦ ὀνόματος αὐτοῦ τὴν ψυχήν· καίτοι ἀκούσας, ὅτι ἐτύφλωσεν αὐτὸν, ἔδει θαῤῥεῖν. Καὶ ὧδε εἰς αὐτὸ, φησὶ, τοῦτο ἐλήλυθεν, ὥστε δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Ὡσεὶ ἔλεγε· Φοβοῦμαι, μή ποτέ με εἰς Ἱεροσόλυμα ἀναγάγῃ. Τί με εἰς τὸ στόμα ἐμβάλλεις τοῦ λέοντος; τί με τούτῳ προδίδως; Φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν πάντοθεν τὴν ἀρετὴν τοῦ ἀνδρός. Τὸ μὲν γὰρ παρὰ Ἰουδαίων ταῦτα λέγεσθαι, οὐδὲν θαυμαστόν· τὸ δὲ παρὰ 60.160 τούτου, καὶ οὕτω φοβηθέντος, μέγιστον τεκμήριον τῆς τοῦ Θεοῦ δυνάμεως δείκνυται τοῦτο. Σαοὺλ ἀδελφέ. Ἐνταῦθα καὶ ὁ φόβος γίνεται μέγας, καὶ ἡ ὑπακοὴ μείζων μετὰ τὸν φόβον. Εἶτα ἐπειδὴ Σκεῦος ἐκλογῆς εἶπεν, ἵνα μὴ εἴπῃς, τὸ πᾶν εἶναι Θεοῦ, ἀπάγων σε τούτου, προστίθησι τὸ ἑξῆς, λέγων· Τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἤκουσεν, ὃ σφόδρα ἐπεθύμει ὁ Ἀνανίας, ὅτικαὶ κατὰ Ἰουδαίων στήσεται· διὸ καὶ οὐ μόνον χαρᾶς, ἀλλὰ καὶ θάρσους πληροῦται. Ἐγὼ γὰρ, φησὶν, ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν