116
ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Προδηλωτικῶς ταῦτα εἴρηται ἅμα καὶ ἐντρεπτικῶς, εἰ ἐκεῖνος μὲν πάντα πείσεται ὁ οὕτω μεμηνὼς, αὐτὸς δὲ οὐδὲ βαπτίσαι αὐτὸν θέλει, ὅπως ἀναβλέψῃ. Καλῶς ἔχει, φησίν· ἄφες αὐτὸν πεπηρῶσθαι· διὰ τοῦτο νῦν ἥμερος, ὅτι τυφλός ἐστι· τί με κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμούς; ἵνα πάλιν δήσῃ; Ἀλλὰ μὴ φοβηθῇς τὸ μέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ' ἡμῶν, ἀλλ' ὑπὲρ ἡμῶν χρήσεται· πρὸς τὸ, Ὅπως ἀναβλέψῃ, ἔτι καὶ ταῦτα προσκείσθω. Μὴ φοβοῦ· οὐδὲν ἐργάσεται ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς κινδύνους. Σαοὺλ ἀδελφὲ, ὁ Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ἀπέσταλκέ με. Οὐκ εἶπεν, Ὁ πηρώσας, ἀλλ', Ὁ ὀφθείς σοι· οὕτως ᾔδει μετριάζειν, καὶ οὐδὲν φθέγγεταί που ἀλαζονικόν. Ὥσπερ οὖν ὁ Πέτρος ἔλεγεν ἐπὶ τοῦ χωλοῦ· Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; οὕτω καὶ οὗτος, Ὁ Ἰησοῦς ὁ ὀφθείς σοι. Τῶν χειρῶν ἐπικειμένων ταῦτα ἐφθέγγετο, καὶ διπλῆ πήρωσις ἐλύετο. Εἰπὼν δὲ, ὅτι Λαβὼν τροφὴν ἐνίσχυσεν, ἐδήλωσεν, ὅτι παρειμένος ἦν καὶ ἀπὸ τῆς ἀθυμίας ὑπὲρ τῆς πηρώσεως, καὶ ἀπὸ τοῦ φόβου, καὶ ἀπὸ τοῦ λιμοῦ. Οὐδὲ γὰρ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε βαπτισθεὶς τῶν μεγάλων εὐθὺς ἔτυχε δωρεῶν. Καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν· ἀλλὰ τί; Ὁ ὀφθείς σοι, ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν· Ἐγώ εἰμι ὁ σταυρωθεὶς, ὁ ἐγερθείς· ἀλλ' Ὃν σὺ διώκεις. Οὐκ εἶπεν, Ὁ δεδιωγμένος, ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾷν καὶ ἐπεγγελᾷν. Ὁ ὀφθείς σοι, φησὶ, ἐν τῇ ὁδῷ. Καὶ μὴν οὐκ ὤφθη, ἀλλὰ διὰ πραγμάτων ὤφθη. Καὶ θέλων συσκιάσαι τὸ φορτικὸν τοῦ λόγου, εὐθέως ἐπήγαγεν· Ὅπως ἀναβλέψῃς, καὶ πλησθῇς Πνεύματος ἁγίου. Οὐχὶ ἐλέγξαι ἦλθε τὸ γεγενημένον, ἀλλὰ δοῦναι τὴν δωρεὰν, φησίν. Ἐμοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον εὐθὺς τούτων λεγομένων τῶν ῥημάτων τοῦ Πνεύματος μετασχεῖν· καίτοι γε ὁ διδοὺς οὐκ ἦν τῶν δώδεκα. Οὕτως οὐδὲν ἀνθρώπινον πάντων τῶν ἐπ' αὐτῷ, οὐδὲ δι' ἀνθρώπου ἐγένετο, ἀλλ' ὁ Θεὸς παρῆν ὁ ταῦτα ποιῶν. Ἅμα δὲ αὐτὸν καὶ μετριάζειν παιδεύει, οὐκ ἄγων αὐτὸν πρὸς τοὺς προκρίτους ἀποστόλους, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἀνθρώπινον ἐνταῦθα. Οὐ μὴν Πνεύματος δὲ ἠξιώθη τοῦ ποιοῦντος τὰ σημεῖα, ἵνα καὶ οὕτως ἡ πίστις αὐτοῦ δειχθῇ· οὐ γὰρ θαύματα ἐποίησε. Καὶ εὐθέως, φησὶν, ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστὸν, ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Οὐχ ὅτι ἀνέστη ἐκήρυσσε, οὐδὲ ὅτι ζῇ· ἀλλὰ τί; Σφόδρα ἀκριβῶς τὸ δόγμα ἐξετίθετο· Ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Οἱ δὲ εἰς ἀπιστίαν λοιπὸν ἔρχονται ταῦτα ἀκούοντες, δέον οὐ πιστεύειν μόνον, ἀλλὰ καὶ ἐκπλήττεσθαι. Καὶ τί δήποτε οὐχ ἁπλῶς, ὅτι διώκτης ἦν, λέγουσιν, ἀλλ' ὅτι ἐπόρθει τοὺς ἐπικαλουμένους τὸ ὄνομα 60.161 τοῦτο; Τὸ σφόδρα μανικὸν διὰ τούτου ἐμφαίνοντες. Καὶ οὐκ εἶπον τὸν Ἰησοῦν, ἀπὸ τῆς βασκανίας οὐδὲ τὸ ὄνομα ἀκούειν ἀνεχόμενοι· οὕτως ἦσαν ἐκτεθηριωμένοι. Καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν. Οὐκ ἔχομεν εἰπεῖν, φησὶν, ὅτι τοῖς ἀποστόλοις πρότερον συνεγένετο. γʹ. Ὅρα διὰ πόσων ὁμολογεῖται τῶν ἐχθρῶν τυγχάνων ὁ Παῦλος. Ὁ δὲ οὐ μόνον οὐκ ᾐσχύνετο τούτοις, ἀλλὰ καὶ ἐνηβρύνετο. Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνῄσχυνε τοὺς Ἰουδαίους· τουτέστιν, ἐπεστόμιζεν, οὐκ εἴα τι εἰπεῖν· συμβιβάζων, ὅτι οὗτός ἐστιν ὁ Χριστός. ∆ιδάσκων, φησί· διδάσκαλος καὶ γὰρ εὐθέως ἦν. Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν. Ἐπὶ τὸν ἰσχυρὸν συλλογισμὸν ἔρχονται πάλιν οἱ Ἰουδαῖοι. Οὐκ ἔτι γὰρ συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδομάρτυρας ἐπιζητοῦσιν· οὐδὲ γὰρ ἔτι ἀνέχονται τούτων· ἀλλὰ τί; Λοιπὸν αὐτοὶ δι' ἑαυτῶν τοῦτο ἐργάζονται. Ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ πρᾶγμα, οὐδὲ δικαστήριον καθίζουσιν. Ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν· παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι. ∆ιὰ τί; Ὅτι πάντων ἀφορητότερον ἦν αὐτοῖς τῶν ἤδη γεγενημένων σημείων, τῶν πεντακισχιλίων, τῶν