117
τρισχιλίων, πάντων ἁπλῶς. Καὶ ὅρα αὐτὸν τέως οὐ χάριτι σωζόμενον, ἀλλ' ἀνθρωπίνῃ σοφίᾳ· ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν ἀρετὴν καὶ χωρὶς σημείων λάμποντος. Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι. Εἰκότως· ἵνα ἀνύποπτον ᾖ τὸ πρᾶγμα. Τί οὖν; τοιοῦτον κίνδυνον διαφυγὼν, ἆρα ἵσταται; Οὐδαμῶς, ἀλλ' ἀπέρχεται ἔνθα μειζόνως ἂν αὐτοὺς ἐξάψοι. Ὅτι γὰρ ἀκριβῶς ἐπίστευσεν, ἄπιστον ἦν ἔτι τοῖς πολλοῖς. ∆ιὰ τοῦτο μεθ' ἡμέρας ἱκανὰς τοῦτο γίνεται. Τί ποτε τοῦτό ἐστιν; Εἰκὸς αὐτὸν μὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως. Τοῦτο αἰνιττόμενος ἔλεγεν· Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν, πιάσαι με θέλων. Καὶ ὅρα τὸν εὐαγγελιστὴν οὐδὲν φιλοτίμως λέγοντα, οὐδὲ λαμπρὸν δεικνύντα τὸν Παῦλον, ἀλλὰ μόνον ὅτι ἐπήγειραν τὸν βασιλέα. Μόνον οὖν αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ' αὐτοῦ. Καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς ἀποστόλοις ἐν Ἱεροσολύμοις· μᾶλλον δὲ αὐτοὶ μὲν ἐξέπεμψαν, ὡς ἐκ τούτου λοιπὸν ἑαυτῷ τὴν σωτηρίαν πορίσασθαι· αὐτὸς δὲ τοὐναντίον πραττόμενος, εἰς τοὺς μαινομένους εὐθὺς ἐπεπήδησε. Τοῦτό ἐστι πεπυρῶσθαι, τοῦτο μάλιστα ζεῖν. Καὶ σκόπει, πῶς ἀκολουθεῖ, ἐκ πρώτης ἡμέρας τηρῶν τὸ παράγγελμα, ὅπερ ἤκουσαν οἱ ἀπόστολοι, τὸ, Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ μοι. Τὸ τοίνυν ὕστερον αὐτὸν τῶν ἄλλων ἐλθεῖν, μᾶλλον αὐτὸν προθυμότερον ἐποίει. Καὶ ἔργῳ ἐπληροῦτο ἐκεῖνο τὸ, Ὧ ἀφίεται πολὺ, μᾶλλον ἀγαπήσει. Ὥστε ὅσῳ ἔσχατον ἦλθε, τοσούτῳ μᾶλλον ἠγάπησεν. ∆ιὰ τοῦτο καὶ τὸν πρότερον βίον ἑαυτοῦ στηλιτεύων, καὶ πολλάκις ἑαυτὸν στίζων, οὐδὲν ἡγεῖτο ἱκανὸν εἶναι πρὸς τὸ τὰ πρότερα ἀποκρύψαι. Συμβιβάζων, φησὶ, τουτέστι, μετ' ἐπιεικείας διδάσκων. Καὶ ὅρα, οὐ λέγουσιν αὐτῷ, ὅτι Σὺ εἶ ὁ πορθῶν· τί μεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον. Εἶπε γὰρ ἂν πολλῷ δικαιότερον, ὅτι Τοῦτο μάλιστα ὑμᾶς διδάξαι ὀφείλει, ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται. Τοῦτον μιμώμεθα, πα 60.162 ρακαλῶ, καὶ ἡμεῖς, καὶ πρὸς πάντας ὦμεν κινδύνους παρατεταγμένοι. Καὶ πῶς, φησὶν, ἐκεῖνος φεύγει; Οὐκ ἦν δειλίας τὸ πρᾶγμα, ἀλλ' ἐφύλαττεν ἑαυτὸν τῷ κηρύγματι. Εἰ δειλὸς ἦν, οὐκ ἂν εἰς τὰ Ἱεροσόλυμα ἦλθεν, οὐκ ἂν εὐθέως ἀνεδέξατο τὴν διδασκαλίαν· καθυφῆκεν ἂν τῆς σφοδρότητος. Ἀλλ' οὐκ ἦν δειλὸς, ἀλλὰ καὶ οἰκονομικός. Ἐπαιδεύθη τῷ πάθει τοῦ Στεφάνου. ∆ιὸ οὐδὲν μέγα ἡγεῖτο τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κηρύγματος, εἰ μὴ μετὰ πολλοῦ τοῦ κέρδους τοῦτο ἐργάσαιτο, ἄνθρωπος οὐδὲ τὸν Χριστὸν ἰδεῖν θέλων, ὃν μάλιστα πάντων ἔσπευδεν ἰδεῖν, ἐπειδὴ οὐδέπω ἀπήρτιστο αὐτῷ τὰ τῆς εἰς τοὺς ἀνθρώπους οἰκονομίας. Τοιαύτην εἶναι χρὴ τὴν ψυχὴν τοῦ Χριστιανοῦ. δʹ. Ἀπὸ προοιμίων καὶ ἀπὸ βαλβῖδος αὐτῆς ἐδείκνυτο ὁ χαρακτὴρ Παύλου· μᾶλλον δὲ καὶ πρὸ τούτου. Ἐν οἷς γὰρ οὐ κατὰ γνῶσιν ἐποίει, ἀνθρωπίνῳ κινούμενος λογισμῷ διεπράττετο. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον οὐκ ἤθελεν ἀναλῦσαι· πολλῷ μᾶλλον ἐν ἀρχῇ τῆς ἐμπορίας, ἄρτι τῶν λιμένων ἐξελθών. Οὐκ ἐξαρπάζει δὲ αὐτὸν ὁ Χριστὸς τοῦ κινδύνου, ἀλλ' ἀφίησιν· ἐπειδὴ βούλεται καὶ ἀνθρωπίνῃ συνέσει πολλὰ γίνεσθαι. Ἄλλως δὲ ἀφίησιν, ἵνα μάθωμεν, ὅτι καὶ αὐτοὶ ἄνθρωποι ἦσαν, καὶ ὅτι οὐ πανταχοῦ τὸ πᾶν ἡ χάρις ἐνήργει· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ξύλα ἁπλῶς ἐνομίσθησαν ἄν. ∆ιά τοι τοῦτο πολλὰ καὶ αὐτοὶ ᾠκονόμουν διὰ τῶν πραγμάτων. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ οὕτω τῆς τῶν ἀδελφῶν ὀρεγώμεθα σωτηρίας. Τοῦτο μαρτυρίου οὐκ ἔλαττον, μηδὲν παραιτήσασθαι παθεῖν διὰ τὴν τῶν πολλῶν σωτηρίαν. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεόν. Πάλιν ἐρῶ, ὃ πολλάκις εἶπον· ἐρῶ δὲ, ἐπειδὴ σφόδρα αὐτὸ βούλομαι· ἐπεὶ καὶ ὁ Χριστὸς τὸ αὐτὸ ἐποίει, περὶ ἀφέσεως παραινῶν καὶ λέγων· Ὅταν προσεύχησθε ὑμεῖς, ἀφίετε εἴ τι κατά τινος ἔχετε. Πάλιν τῷ Πέτρῳ διαλεγόμενος, Οὐ λέγω σοι, φησὶν, ὅτι Ἄφες ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· καὶ διὰ τῶν ἔργων ἀφῆκε τὰ εἰς αὐτὸν πλημμελήματα. Οὕτω δὴ καὶ ἡμεῖς,