1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

118

ἐπειδὴ ἴσμεν τοῦτο ὅρον Χριστιανισμοῦ ὄντα, διὰ παντὸς περὶ αὐτοῦ διαλεγόμεθα. Οὐδὲν ψυχρότερον Χριστιανοῦ, ἑτέρους μὴ σώζοντος. Οὐκ ἔχεις ἐνταῦθα πενίαν εἰπεῖν· ἡ γὰρ τὰ δύο καταβαλοῦσα λεπτὰ, κατηγορήσει. Καὶ Πέτρος ἔλεγεν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Καὶ Παῦλος οὕτως ἦν πένης, ὡς καὶ πεινᾶσαι πολλάκις, καὶ τῆς ἀναγκαίας ἀπορῆσαι τροφῆς. Οὐκ ἔχεις δυσγένειαν εἰπεῖν· καὶ γὰρ ἐκεῖνοι ἄσημοι ἦσαν, καὶ ἐξ ἀσήμων. Οὐκ ἔχεις ἰδιωτείαν προβαλέσθαι· καὶ γὰρ ἐκεῖνοι ἀγράμματοι ἦσαν. Κἂν δοῦλος ᾖς, κἂν δραπέτης, δυνήσῃ τὰ παρὰ σαυτοῦ πληρῶσαι· ἐπεὶ καὶ ὁ Ὀνήσιμος τοιοῦτος ἦν. Ἀλλ' ὅρα ποῦ καλεῖ αὐτὸν, καὶ εἰς πόσον ἄγει ἀξίωμα. Ἵνα κοινωνῇ μοι, φησὶν, ἐν τοῖς δεσμοῖς μου. Οὐκ ἔχεις ἀσθένειαν εἰπεῖν· ἐπεὶ καὶ Τιμόθεος τοιοῦτος ἦν, πυκνὰς ἔχων τὰς ἀσθενείας. Ὅτι δὲ ἀσθενὴς ἦν, ἄκουε· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸ στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. ∆ύναται ἕκαστος τὸν πλησίον ὠφελεῖν, ἐὰν θέλῃ τὰ παρ' αὐτοῦ πληροῦν. Οὐχ ὁρᾶτε τὰ δένδρα τὰ ἄκαρπα πῶς ἐστιν ἰσχυρὰ, πῶς καλὰ, εὐμήκη, λεῖα καὶ ὑψηλά; Ἀλλ' εἰ παράδεισον ἔχοιμεν, βουλοίμεθα ἂν ῥοιὰς, ἐλαίας ἔχειν καρπίμους πολλῷ μᾶλλον ἢ ταῦτα· ἐκεῖνα γὰρ πρὸς τέρψιν εἰσὶν, οὐ πρὸς ὠφέλειαν· καὶ ἡ ὠφέλεια δὲ μικρά τίς ἐστι. Τοιοῦτοί εἰσιν οἱ τὰ αὑτῶν μόνον σκοποῦντες· μᾶλλον δὲ οὐδὲ 60.163 τοιοῦτοι· πρὸς γὰρ καῦσιν ἐπιτήδειοι οὗτοι· ἐπεὶ ἐκεῖνα καὶ πρὸς οἰκοδομὴν καὶ πρὸς ἀσφάλειαν τῶν ἔνδον. Τοιαῦται ἦσαν καὶ αἱ παρθένοι, ἁγναὶ μὲν καὶ κόσμιαι καὶ σώφρονες, οὐδενὶ δὲ χρήσιμοι· διὸ καὶ κατακαίονται. Τοιοῦτοί εἰσιν οἱ μὴ θρέψαντες τὸν Χριστόν. Ὅρα γὰρ τούτων οὐδένα ἐγκαλούμενον ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, οὐχ ὅτι ἐπόρνευσεν, οὐχ ὅτι ἐπιώρκησεν, οὐδὲν ὅλως· ἀλλ' ὅτι ἑτέρῳ μὴ γέγονε χρήσιμος. Τοιοῦτος ἦν ὁ τὸ τάλαντον κατορύξας, ἄληπτον παρεχόμενος μὲν βίον, ἑτέρῳ δὲ οὐκ ὢν χρήσιμος. Πῶς ἐστι Χριστιανὸς ὁ τοιοῦτος; Εἰπέ μοι, ἐὰν ζύμη ἀναφυρεῖσα ἀλεύρῳ μὴ μεταστήσειεν εἰς τὴν αὐτῆς ἕξιν τὸ πᾶν, ἆρα ζύμη τὸ τοιοῦτόν ἐστι; Τί δαὶ, εἰ μὴ μύρον ἀναπλήσειε τῆς εὐωδίας τοὺς πλησιάζοντας, μύρον ἂν τοῦτο καλέσαιμεν; Μὴ εἴπῃς· Ἀδύνατόν μοί ἐστιν ἑτέρους ἐναγαγεῖν· ἂν γὰρ ᾖς Χριστιανὸς, ἀδύνατον τὸ μὴ οὕτω γενέσθαι. Ὥσπερ γὰρ τὰ ἐν τῇ φύσει ἀναντίῤῥητά ἐστιν, οὕτω καὶ ταῦτα· ἐν γὰρ τῇ φύσει τοῦ Χριστιανοῦ κεῖται τὸ πρᾶγμα. Μὴ ὕβριζε τὸν Θεόν. Ἂν εἴπῃς, ὅτι ὁ ἥλιος οὐ δύναται φαίνειν, ὕβρισας αὐτόν· ἂν εἴπῃς, ὅτι ὁ Χριστιανὸς οὐ δύναται ὠφελεῖν, ὕβρισας τὸν Θεὸν καὶ ψεύστην εἶπας. Εὔκολον γὰρ τὸν ἥλιον μὴ θερμαίνειν, μηδὲ φαί 60.164 νειν, ἢ τὸν Χριστιανὸν μὴ φωτίζειν· εὔκολον τὸ φῶς εἶναι σκότος, ἢ τοῦτο γενέσθαι. Μὴ δὴ λέγε, ὅτι ἀδύνατον· ἀδύνατον γὰρ τοὐναντίον ἐστί. Μὴ δὴ ὕβριζε τὸν Θεόν. Ἂν τὰ καθ' ἡμᾶς κατασκευάσωμεν καλῶς, πάντως ἔσται ἐκεῖνα, καὶ ὥσπερ φυσικόν τι πρᾶγμα ἕψεται. Οὐκ ἔνι λαθεῖν φῶς Χριστιανοῦ· οὐκ ἔνι κρυβῆναι λαμπάδα οὕτω περιφανῆ. Μὴ δὴ ἀμελῶμεν. Ὥσπερ γὰρ ἀπὸ τῆς ἀρετῆς τὸ κέρδος εἴς τε ἡμᾶς, εἴς τε τοὺς ὠφελουμένους διαβαίνει· οὕτως ἀπὸ τῆς κακίας διπλῆ πάλιν ἡ ζημία, εἴς τε ἡμᾶς, εἴς τε τοὺς βλαπτομένους διαβαίνουσα. Ἔστω τις, εἰ βούλει, ἰδιώτης μυρία παρά τινος παθὼν κακὰ, καὶ μηδεὶς ἐκεῖνον ἀμυνέσθω, ἀλλὰ καὶ εὐεργετείτω· πόσης τοῦτο διδασκαλίας οὐκ ἰσχυρότερον; πόσων λόγων, πόσων παραινέσεων; τίνα οὐχ ἱκανὸν σβέσαι θυμὸν καὶ μαλάξαι; Ταῦτ' οὖν εἰδότες, ἐχώμεθα τῆς ἀρετῆς, ὡς οὐκ ἐνὸν ἑτέρως σωθῆναι, ἢ μετὰ τούτων τῶν κατορθωμάτων τὴν ἐνταῦθα ζωὴν διανύσαντας, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.163 ΟΜΙΛΙΑ ΚΑʹ. Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο

κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μα