119
θητής. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον.
αʹ. Ἄξιον ἐνταῦθα διαπορῆσαι, πῶς ἐν μὲν τῇ πρὸς Γαλάτας φησὶν, ὅτι Οὐκ
ἀπῆλθον εἰς Ἱεροσόλυμα, ἀλλ' εἰς Ἀραβίαν καὶ ∆αμασκόν· καὶ ὅτι Μετὰ τρία ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ὅτι Οὐδένα τῶν ἀποστόλων εἶδον· ἐνταῦθα δὲ τοὐναντίον, ὅτι Βαρνάβας ἤγαγεν αὐτὸν πρὸς τοὺς ἀποστόλους. Ἢ τοίνυν τοῦτό φησιν, ὅτι Οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι (λέγει γὰρ ἐκεῖ, ὅτι Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους)· ἢ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν ∆αμασκῷ, μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε, φησὶν, εἶτα πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐκεῖθεν ἐλθεῖν. Αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ἀποστόλους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι, ἅτε οὐ διδάσκαλος ὢν, ἀλλὰ μαθητής. Ἄρα οὐ διὰ τοῦτο ἀνῆλθεν, ἵνα πρὸς τοὺς πρὸ αὐτοῦ ἀπέλθῃ· οὐδὲ γὰρ παρ' αὐτῶν τι ἔμαθεν. Ἢ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ' ἀφίησιν, ὥστε εἶναι οὕτως· Ἀπῆλθεν εἰς Ἀραβίαν, εἶτα ἦλθεν εἰς ∆αμασκὸν, εἶτα εἰς Ἱεροσόλυμα, εἶτα εἰς Συρίαν. Ἢ εἰ μὴ τοῦτο, πάλιν οὕτως, ὅτι Ἀνῆλθεν εἰς τὰ Ἱεροσόλυμα, εἶτα εἰς ∆αμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Συρίαν, εἶτα εἰς ∆αμασκὸν πάλιν, εἶτα εἰς Καισάρειαν, καὶ τότε διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα. Ἢ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν. Ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. Ὅρα, πῶς οὐκ ἔστι φιλότιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην, ἀλλὰ παρατρέχει. Πάλιν δὲ οὕτως ἄρχεται καί φησι· Παραγενόμενος δὲ εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· οἱ δὲ ἐφοβοῦντο αὐτόν. Καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν τοῦ Παύλου δείκνυται· οὐκ ἀπὸ 60.164 Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις. Οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖνο. Καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς μαθητὰς, ἅτε μαθητὴν ὄντα· οὔπω γὰρ ἐνομίζετο ἀξιόπιστος εἶναι. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον. Ὁ Βαρνάβας οὗτος ἐπιεικής τις καὶ ἥμερος ἄνθρωπος ἦν. Υἱὸς δὲ παρακλήσεως τὸ ὄνομα ἑρμηνεύεται· ὅθεν καὶ φίλος τῷ Παύλῳ γέγονεν. Ὅτι δὲ χρηστὸς ἦν σφόδρα καὶ εὐπρόσιτος, τοῦτο καὶ ἐκ τῶν μετὰ χεῖρας, καὶ ἐκ τῶν κατὰ Ἰωάννην δῆλόν ἐστιν. Ὅθεν οὗτος οὐ φοβεῖται, ἀλλὰ διηγεῖται, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν ∆αμασκῷ ἐπαῤῥησιάσατο ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. Εἰκὸς αὐτὸν γὰρ καὶ ἐν ∆αμασκῷ ἀκηκοέναι τὰ κατ' αὐτόν. ∆ιὸ καὶ ταῦτα ἐκείνων κατασκευαστικὰ ποιῶν, διὰ τῶν ἔργων ἐβεβαίωσε τὰ λεχθέντα. Καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλὴμ, καὶ παῤῥησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς. Ἐπειδὴ οἱ μαθηταὶ ἐφοβοῦντο αὐτὸν, οἱ δὲ ἀπόστολοι οὐκ ἐπίστευον αὐτῷ, διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος. Ἐλάλει τε καὶ συνεζήτει, φησὶ, πρὸς τοὺς Ἑλληνιστάς. Ἑλληνιστὰς τοὺς Ἑλληνιστὶ φθεγγομένους λέγει· καὶ τοῦτο σφόδρα σοφῶς. Ἐκεῖνοι γὰρ οἱ ἄλλοι οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι. Οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν· τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τοῦτο τεκμήριον, καὶ τοῦ σφόδρα λυπεῖσθαι τῷ γεγονότι. Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ, κατήγαγον αὐτὸν εἰς Καισάρειαν. ∆ιὰ φόβον τοῦτο ποιοῦσι· φοβηθέντες γὰρ λοιπὸν μὴ ταυτὸν γένηται οἷον ἐπὶ Στεφάνου, κατάγουσιν αὐτὸν εἰς Καισάρειαν. Καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. Εἰ καὶ διὰ φόβον, ὅμως ἀποστέλλουσιν, ἅμα καὶ κηρύξοντα, καὶ ἐν ἀσφαλείᾳ ἐσόμενον αὐτὸν, ἅτε ἐν οἰκείᾳ πατρίδι. Ὅρα δέ μοι, 60.165 πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ συγχωρεῖ αὐτοὺς ὁ Θεὸς καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ καὶ ἀνθρωπίνως. Εἰ γὰρ ἐπ' αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον