120
ἐπ' αὐτῶν· Συγχωρεῖ τοίνυν, ἵνα τῶν ῥᾳθύμων τὴν πρόφασιν ἐκκόψῃ· Αἱ μὲν οὖν Ἐκκλησίαι καθ' ὅλης τῆς Ἰουδαίας καὶ Σαμαρείας εἶχον εἰρήνην, οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο. Μέλλει περὶ Πέτρου λέγειν, καὶ ὅτι πρὸς τοὺς ἁγίους κάτεισιν. Ἵν' οὖν μὴ φόβου τοῦτο νομίσῃ τις, πρότερον ὡς εἶχον αἱ Ἐκκλησίαι διηγεῖται, δεικνὺς, ὅτι διωγμὸς ὅτε ἦν, ἐν Ἱεροσολύμοις ἦν· ὅτε δὲ πανταχοῦ ἐν ἀσφαλείᾳ τὰ τῆς Ἐκκλησίας, τότε λοιπὸν καὶ τὰ Ἱεροσόλυμα ἀφίησιν· οὕτως ἦν θερμὸς ὁμοῦ καὶ σφοδρός. Οὐ γὰρ ἐπειδὴ εἰρήνη ἦν, ἐνόμιζε μηδὲν δεῖσθαι τῆς αὐτοῦ παρουσίας. Καὶ διὰ τί, φησὶ, τοῦτο ποιεῖ, καὶ ἔρχεται εἰρήνης οὔσης, καὶ μετὰ τὸ Παῦλον ἀπελθεῖν; Ὅτι αὐτοὺς ᾐδοῦντο μάλιστα, ἅτε πολλάκις παραστάντας, καὶ ὑπὸ τοῦ πλήθους θαυμασθέντας· ἐκείνου δὲ κατεφρόνουν, καὶ μᾶλλον πρὸς αὐτὸν ἠγρίαινον. βʹ. Εἶδες, πῶς εἰρήνη τὸν πόλεμον ἐκδέχεται; μᾶλλον δὲ, εἶδες, τί ἐποίησεν ὁ πόλεμος ἐκεῖνος; ∆ιέσπειρε τοὺς τὴν εἰρήνην ποιοῦντας. Ἐπὶ τῆς Σαμαρείας κατῃσχύνθη ὁ Σίμων· ἐπὶ τῆς Ἰουδαίας τὰ κατὰ Σάπφειραν γέγονεν. Οὐ τοίνυν, ἐπεὶ εἰρήνη ἦν, ἐκλελυμένα τὰ πράγματα ἦν, ἀλλὰ τοιαύτη ἦν ἡ εἰρήνη, ὡς καὶ παρακλήσεως δεῖσθαι. Ἐγένετο δὲ, Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Καθάπερ τις στρατηγὸς περιῄει τὰς τάξεις ἐπισκοπῶν, ποῖον εἴη συγκεκροτημένον μέρος, ποῖον ἐν κόσμῳ, ποῖον τῆς αὐτοῦ δέοιτο παρουσίας. Ὅρα πανταχοῦ αὐτὸν περιτρέχοντα, καὶ πρῶτον εὑρισκόμενον. Ὅτε ἑλέσθαι ἔδει τὸν Ἀπόστολον, οὗτος πρῶτος· ὅτε διαλεχθῆναι τοῖς Ἰουδαίοις περὶ τοῦ μὴ μεθύειν, ὅτε θεραπεῦσαι τὸν χωλὸν, ὅτε δημηγορῆσαι, οὗτος πρὸς τῶν ἄλλων ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν, ὅτε ἀπὸ τῆς σκιᾶς ἰάσεις ἐγίνοντο, οὗτος ἦν. Καὶ ἔνθα μὲν ἦν κίνδυνος, οὗτος, καὶ ἔνθα οἰκονομία· ἔνθα δὲ γαλήνης τὰ πράγματα γέμει, κοινῇ πάντες· οὕτως οὐκ ἀπῄτει τιμὴν μείζονα. Πάλιν ὅτε θαυματουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ· καὶ ἐνταῦθα πάλιν οὗτος πονεῖ δι' ἑαυτοῦ, καὶ ὁδοιπορεῖ. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτου, ὃς ἦν παραλελυμένος· καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι, καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ διὰ τί μὴ ἀνέμεινε τὴν πίστιν τοῦ ἀνδρὸς, μηδὲ ἠρώτησεν εἰ βούλοιτο θεραπευθῆναι; Μάλιστα μὲν οὖν καὶ πρὸς πολλῶν παράκλησιν ἐγένετο τὸ θαῦμα. Ἄκουε γοῦν καὶ τὸ κέρδος ὅσον· ἐπάγει γὰρ λέγων· Καὶ εἶδον πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. Καλῶς οὕτως εἶπεν· ἐπίσημος γὰρ ἦν ὁ ἀνήρ· ὅθεν καὶ ἔλεγχον δίδωσι τοῦ σημείου, τὸ ἆραι τὸν κράββατον. Οὐ γὰρ δὴ τῶν νοσημάτων ἀπήλλαττον μόνον, ἀλλὰ μετὰ τῆς ὑγείας παρεῖχον ἔτι καὶ ἰσχύν. Ἄλλως δὲ καὶ τότε οὔπω ἦσαν τεκμήρια τῆς οἰκείας παρασχόντες δυνάμεως, ὥστε εἰκότως οὐκ ἀπῃτεῖτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν. Καθάπερ οὖν ὁ Χριστὸς ἀρχόμενος τῶν σημείων οὐκ ἀπῄτει πίστιν, οὕτως οὐδὲ οὗτοι. Ἐν Ἱερο 60.166 σολύμοις μὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἀπῃτεῖτο· ὅθεν καὶ διὰ πίστιν, ὅσοι συνείχοντο ἀσθενείαις, ταῖς ὁδοῖς ἐξετίθεντο, ἵνα, ἐρχομένου δὴ Πέτρου, κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σημεῖα, ἐνταῦθα δὲ τοῦτο πρῶτον συμβαίνει. Τὰ μὲν γὰρ τῶν σημείων ὑπὲρ τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο, τὰ δὲ ὑπὲρ τῆς τῶν πιστευόντων παρακλήσεως. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθὰ, ἢ διερμηνευομένη λέγεται ∆ορκάς. Αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Λούσαντες δὲ αὐτὴν, ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες, ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ∆ιὰ τί περιέμειναν ἀποθανεῖν; διὰ τί μὴ ἐσκύλη Πέτρος καὶ πρὸ τούτου; Ἀνάξιον ἡγοῦντο λοιπὸν φιλοσοφοῦντες ὑπὲρ τῶν τοιούτων τοὺς μαθητὰς σκύλλειν, καὶ τοῦ