121
κηρύγματος παρασπᾷν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, ὥστε δεῖξαι, ὅτι ἐν τάξει παρέργου τοῦτο ᾔτουν (μαθήτρια γὰρ ἦν), προηγουμένως δὲ οὐκ ἔτι. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς. Ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον. Οὐ παρακαλοῦσιν, ἀλλ' αὐτῷ ἐπιτρέπουσιν ἵν' ἐξ ἑαυτοῦ τὴν ζωὴν αὐτῇ χαρίσηται. Οὕτως ἐνταῦθα πληροῦται τὸ, Ἐλεημοσύνη ῥύεται ἐκ θανάτου. -Καὶ περιέστησαν αὐτὸν πᾶσαι αἱ χῆραι κλαίουσαι, καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ ∆ορκάς. Ἔνθα προὔκειτο τεθνηκυῖα τὸν Πέτρον ἀνάγουσι, τάχα οἰόμενοι πρὸς φιλοσοφίαν αὐτῷ τι χαρίζεσθαι. Εἶδες, πόση ἐπίδοσις γέγονεν; Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ ὄνομα τῆς γυναικὸς, ἀλλ' ἵνα μάθωμεν, ὅτι φερώνυμος ἦν, οὕτως ἐγρηγορυῖα καὶ νήφουσα, ὥσπερ δορκάς. Πολλὰ γὰρ καὶ οἰκονομικῶς ὀνόματα τίθεται, ὡς πολλάκις πρὸς ὑμᾶς εἴπομεν. Πλήρης, φησὶν, ἦν ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Μέγα τῆς γυναικὸς τὸ ἐγκώμιον, εἴ γε ἀμφότερα οὕτως ἐποίει, ὡς ἀμφοτέρων εἶναι πεπληρωμένην. ∆ῆλον δὲ, ὅτι πρῶτον ἐκείνων, καὶ τότε τούτου ἐποιήσατο ἐπιμέλειαν. Ὅσα ἐποίει, φησὶ, μετ' αὐτῶν ἡ ∆ορκὰς οὖσα. Πολλὴ ἡ ταπεινοφροσύνη. Οὐ γὰρ ὥσπερ ἡμεῖς, ἀλλὰ κοινῇ πάντες ἦσαν, πολὺν τῆς ἐλεημοσύνης ποιούμενοι λόγον. Καὶ ἐκβαλὼν ἔξω πάντας ὁ Πέτρος, θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβηθὰ, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. Τί δήποτε πάντας ἐκβάλλει; Ὥστε μὴ συγχυθῆναι τοῖς δάκρυσι, μηδὲ διαταραχθῆναι. Καὶ θεὶς τὰ γόνατα προσηύξατο. Τοῦτο δεῖγμα ἐπιτεταμένης εὐχῆς. Καὶ κρατήσας, φησὶ, τῆς χειρός. Ἐνταῦθα δείκνυσι κατὰ μέρος τὴν ζωὴν, εἶτα τὴν δύναμιν εἰσαγομένην, τὴν μὲν διὰ τοῦ ῥήματος, τὴν δὲ διὰ τῆς χειρός. ∆οὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν. Καὶ φωνήσας τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν· τοῖς μὲν εἰς παράκλησιν, ὅτι τε ἀπέλαβον τὴν ἀδελφὴν, καὶ ὅτι θαῦμα εἶδον· ταῖς δὲ εἰς προστασίαν. Γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ. 60.167 γʹ. Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου καὶ τὸ ἐπιεικὲς, πῶς οὐ παρὰ ταύτῃ μένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήμων, ἀλλὰ παρὰ βυρσεῖ· διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, καὶ οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς μεγάλους ἐπαίρεσθαι· ὃς καὶ διὰ τοῦτο ἔκρινε διελθεῖν, ἐπειδὴ τῆς αὐτοῦ διδασκαλίας ἐδέοντο οἱ πιστεύσαντες. Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Ἐπειρᾶτο, φησὶ, κολλᾶσθαι τοῖς μαθηταῖς. Οὐκ ἀναισχύντως προσῆλθεν, ἀλλ' ὑπεσταλμένως. Μαθητὰς δὲ καλεῖ, καὶ τοὺς μὴ τελοῦντας εἰς τὸν χορὸν τῶν δώδεκα· διότι μαθηταὶ πάντες ἐκαλοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν μαθητῶν δήλη. Καὶ πάντες ἐφοβοῦντο αὐτὸν, φησίν. Ὅρα, πῶς ἐφοβοῦντο τοὺς κινδύνους, πῶς ἔτι τὸ δέος ἐνήκμαζε. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς. Ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν αὐτῷ εἶναι φίλος· διὸ καὶ πάντα διηγεῖται τὰ κατ' αὐτόν. Οὐδὲν δὲ τούτων αὐτὸς λέγει· οἶμαι δὲ, ὅτι καὶ εἰς τοὺς ἄλλους οὐκ ἂν ἐξήνεγκεν ὕστερον, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ. Καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος εἰς Ἱερουσαλὴμ, καὶ παῤῥησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. Τοῦτο καὶ τοῖς ἄλλοις ἐδίδου θαῤῥεῖν. Ὁρᾷς καὶ ἐκεῖ καὶ ἐνταῦθα τοὺς ἄλλους προμηθουμένους, καὶ κατασκευάζοντας ὥστε αὐτὸν ἀπελθεῖν, καὶ οὐδαμοῦ τέως ἀπολαύοντα αὐτὸν θείας ῥοπῆς; Οὕτω γοῦν αὐτοῦ δείκνυται καὶ τὸ σφοδρόν. Ὥστε οὐ διὰ γῆς ἐμοὶ δοκεῖ τὴν πορείαν αὐτὸν ποιεῖσθαι, ἀλλὰ καὶ ἔπλει λοιπόν. Καὶ τοῦτο δὲ οἰκονομικῶς γίνεται, εἰς τὸ αὐτὸν καὶ ἐκεῖ κηρῦξαι. Ἄρα καὶ αἱ ἐπιβουλαὶ ὑπὲρ αὐτῶν, καὶ τὸ εἰς Ἱεροσόλυμα ἐλθεῖν οἰκονομικῶς, ἵνα μηκέτι ἀπιστῆται τὰ κατ' αὐτόν. Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς. Καὶ εἶχον, φησὶν, εἰρήνην αἱ Ἐκκλησίαι, οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου· τουτέστιν, ηὔξησαν καὶ τὴν εἰρήνην αὐτὴν δήπου πρὸς ἑαυτὴν, τὴν ὄντως