122
εἰρήνην. Εἰκότως· σφόδρα γὰρ αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν ὁ ἔξωθεν. Καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο. Παρεκάλει αὐτοὺς τὸ Πνεῦμα καὶ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων, καὶ καθ' ἑαυτὸν ἕκαστον. Ἐγένετο δὲ Πέτρον διερχόμενον κατελθεῖν πρὸς Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπον κατακείμενον, καὶ εἶπεν αὐτῷ· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Οὐκ ἐπιδεικνυμένου τὸ ῥῆμα, ἀλλὰ θαῤῥοῦντος ὅτι ἔσται. Ἐμοὶ δὲ σφόδρα δοκεῖ, ὅτι τούτῳ ἐπίστευσε τῷ ῥήματι ὁ ἀσθενῶν, καὶ γέγονεν ὑγιής. Ὅτι δὲ ἄτυφος, καὶ ἐκ τῶν ἑξῆς δῆλον. Οὐ γὰρ εἶπεν· Ἐν τῷ ὀνόματι Ἰησοῦ· ἀλλ' ὡς σημεῖονμᾶλλον αὐτὸ διηγεῖται. Εἶδον δὲ οἱ κατοικοῦντες Λύδδαν, καὶ ἐπέστρεψαν ἐπὶ Κύριον. Ἄρα οὐ μάτην ἔλεγον, ὅτι εἰς τὸ πεῖσαι καὶ παρακαλέσαι τὰ θαύματα ἐτελεῖτο. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια, φησὶν, ὀνόματι Ταβηθά. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Εἶδες πανταχοῦ τὰ σημεῖα γινόμενα; Οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβηθὰ, ἀλλ' ἐν ἀῤῥωστίᾳ γενομένη. ∆ιὸ καὶ οὐ καλοῦσι Πέτρον, ἕως ὅτε ἐτελεύτησεν. Ἀκούσαντες δὲ οἱ μαθηταὶ, ἀπέστειλαν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ὅρα, δι' ἑτέρων πέμπουσι καὶ καλοῦσιν. Ὁ δὲ πείθεται καὶ ἥκει, οὐχ ὕβριν τὸ πρᾶγμα νομίζων, 60.168 τὸ κληθῆναι· οὕτω μέγα ἡ θλῖψις ἀγαθόν· τοῦτο συγκροτεῖ τὰς ἡμετέρας ψυχάς. Οὐδαμοῦ κοπετὸς ἐκεῖ, οὐδαμοῦ θρῆνος. Λούσαντες αὐτὴν, φησὶν, Ἔθηκαν ἐν ὑπερῴῳ· τουτέστι, τὰ ἐπὶ νεκρῷ πάντα ἐποίησαν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς. Καὶ ἀνελθὼν εἰς τὸ ὑπερῷον, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβηθὰ, ἀνάστηθι. Οὐ πάντα συγχωρεῖ ὁ Θεὸς μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐργάζεσθαι. Τοῦτο δὲ αὐτοὺς ὠφέλει. Οὐ γὰρ δὴ μόνον τῆς τῶν ἄλλων ἐφρόντιζε σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν. Ὁ γοῦν τῇ σκιᾷ τοσούτους θεραπεύων, νῦν τοσαῦτα πρὸς τὸ ἐξαναστῆσαι ποιεῖ. Ἔστι δὲ ὅπου καὶ ἡ πίστις τῶν προσιόντων συνήργει. Ταύτην οὖν πρώτην νεκρὰν ἀνίστησι, καλῶν ἐξ ὀνόματος· ἢ καὶ ὥσπερ ἐξ ὕπνου ἐγερθεῖσα, πρῶτον ἤνοιξε τοὺς ὀφθαλμοὺς, εἶτα εὐθὺς ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε, καὶ τελευταῖον ἀπὸ τῆς χειρὸς τῆς ἁφῆς στερεοῦται. Σὺ δέ μοι σκόπει, τὸ κέδρος πῶς πάλιν καὶ τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα. ∆ιὰ τοῦτο γοῦν καὶ ἐκβάλλει πάντας ἔξω, τὸν ∆ιδάσκαλον κἀν τούτῳ μιμούμενος. Ἔνθα γὰρ δάκρυα, τοιοῦτον μυστήριον οὐ δεῖ τελεῖσθαι· μᾶλλον δὲ, ἔνθα θαύματα, οὐ δεῖ δάκρυα παρεῖναι. Ἀκούσατε, παρακαλῶ, εἰ καὶ μὴ τοιοῦτόν τι γίνεται, ἀλλὰ καὶ ἐν τοῖς νῦν νεκροῖς μέγα τελεῖται μυστήριον. Εἰπὲ δή μοι, εἰ καθημένων ἡμῶν ἔπεμψεν ὁ βασιλεύς τινα καλῶν εἰς τὰ βασίλεια, κλαίειν ἔδει καὶ θρηνεῖν; Ἄγγελοι πάρεισιν ἐξ οὐρανῶν ἀπεσταλμένοι κἀκεῖθεν ἥκοντες, παρ' αὐτοῦ πεμφθέντες τοῦ βασιλέως τὸν σύνδουλον καλέσαι τὸν αὐτῶν· καὶ σὺ κλαίεις; Οὐκ οἶδας οἷον μυστήριόν ἐστι τὸ γινόμενον; πῶς φρικτὸν καὶ φοβερὸν, καὶ ὕμνων ἄξιον ὄντως καὶ χαρᾶς; δʹ. Βούλει μαθεῖν, ἵνα εἰδῇς, ὅτι οὐχὶ δακρύων ὁ καιρός; Τῆς τοῦ Θεοῦ σοφίας μέγιστόν ἐστι τοῦτο μυστήριον. Ὥσπερ γάρ τινα οἰκίαν ἀφιεῖσα, πρόεισιν ἡ ψυχὴ πρὸς τὸν ἑαυτῆς ἐπειγομένη ∆εσπότην· σὺ δὲ πενθεῖς; Οὐκοῦν καὶ τικτομένου τοῦ παιδίου τοῦτο ποιεῖν ἐχρῆν· καὶ γὰρ τοῦτο τόκος ἐστὶν ἐκείνου βελτίων. Πρόεισι γὰρ ἐφ' ἕτερον φῶς, ἀπολύεται ὥσπερ ἀπὸ δεσμωτηρίου τινὸς, ὡς ἀπὸ ἀγῶνος ἔξεισι. Ναὶ, φησίν· ἐπὶ μὲν τῶν εὐδοκίμων καλῶς ταῦτα λέγεις. Καὶ τί πρὸς σὲ, ἄνθρωπε; σὺ γὰρ οὐδὲ ἐπὶ εὐδοκίμων τοῦτο ποιεῖς. Εἰπὲ δή μοι, τί τοῦ παιδίου καταγνῶναι ἔχοις ἂν τοῦ μικροῦ; τίνος ἕνεκεν πενθεῖς αὐτό; τί τοῦ νεοφωτίστου; καὶ γὰρ καὶ ἐκεῖνος εἰς τὸ αὐτὸ περιέστη. Τίνος οὖν ἕνεκεν πενθεῖς αὐτόν; Οὐκ οἶδας, ὅτι καθάπερ ἥλιος καθαρὸς ἄνεισιν· οὕτω καὶ ψυχὴ σῶμα ἀπολείπουσα μετὰ καθαροῦ συνειδότος, λάμπει φαιδρόν; Οὐχ οὕτω βασιλέα ἐπιβαίνοντα πόλεως μετὰ τοσαύτης ἔστι σιγῆς ἰδεῖν, ὡς ψυχὴν ἀφεῖσαν σῶμα, καὶ μετὰ ἀγγέλων ἀπιοῦσαν. Ἐννόησον τίς ἐστιν ἡ ψυχὴ, ἐν οἵᾳ τότε ἐκπλήξει γίνεται, ἐν οἵῳ θαύματι, ἐν οἵᾳ ἡδονῇ. Τί πενθεῖς; εἰπέ μοι· μὴ γὰρ ἐπὶ ἁμαρτωλῶν τοῦτο