123
μόνον ποιεῖς; Εἴθε τοῦτο ἦν, καὶ οὐκ ἂν ἐκώλυσα τὰ πένθη· εἴθε τοιοῦτος ὁ σκοπὸς ἦν. Οὗτος ὁ θρῆνος ἀποστολικὸς, οὗτος ὁ Θρῆνος καὶ ∆εσποτικός· ἔκλαυσε γὰρ καὶ Ἰησοῦς τὴν Ἱερουσαλήμ. Ἐβουλόμην τούτῳ διῃρῆσθαι τῷ νόμῳ τὰ πένθη. Ὅταν δὲ ἀνακαλούμενος ῥήματα λέγῃς καὶ συνήθειαν καὶ προστασίαν, οὐχὶ διὰ τοῦτο πενθεῖς, ἀλλὰ σκήπτῃ. Πένθησον, στέναξον τὸν ἁμαρτωλὸν, καὶ ἐγὼ κατάξω δάκρυα· καὶ ἐγὼ σοῦ μᾶλλον, ὅσῳ καὶ μείζονι τιμωρίᾳ ὑπεύθυ 60.169 νος ὁ τοιοῦτος· καὶ ἐγὼ θρηνήσω μετὰ τοιούτου σκοποῦ. Οὐ σὲ δὲ μόνον τὸν τοιοῦτον δεῖ θρηνεῖν, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν καὶ τοὺς ἀπαντῶντας, καθάπερ τοὺς ἐπὶ θάνατον ἀπαγομένους. Ὄντως γὰρ θάνατος οὗτός ἐστι πονηρὸς, ὁ τῶν ἁμαρτωλῶν. Ἀλλὰ τὰ ἄνω κάτω γεγένηται. Οὗτος ὁ θρῆνος καὶ φιλοσοφίας ἐστὶ, καὶ διδασκαλίαν ἔχει πολλήν· ἐκεῖνος δὲ μικροψυχίας. Εἰ ἐθρηνοῦμεν τοῦτον τὸν θρῆνον ἅπαντες, ζῶντας ἂν αὐτοὺς διωρθώσαμεν. Ὥσπερ οὖν εἰ κύριος ἧς φάρμακα ἐπενεγκεῖν κωλύοντα τὸν θάνατον ἐκεῖνον τὸν σωματικὸν, ἐποίησας ἄν· οὕτω καὶ νῦν, εἴ γε τοῦτον ἐθρήνεις τὸν θάνατον, ἐκώλυσας ἂν καὶ ἐπὶ σοῦ, καὶ ἐπ' ἐκείνου τοῦτο γενέσθαι. Νῦν δὲ αἴνιγμά ἐστι τὸ γινόμενον· κυρίους μὲν ὄντας μὴ συγχωρῆσαι τοῦτον ἐπελθεῖν, ἀφεῖναι γενέσθαι, γενόμενον δὲ πενθεῖν. Ὄντως θρήνων ἄξιοι, ὅταν παραστῶσι τῷ βήματι τοῦ Χριστοῦ, οἷα ἀκούσονται ῥήματα; οἷα πείσονται πράγματα; Εἰκῆ ἔζησαν οὗτοι· μᾶλλον δὲ οὐκ εἰκῆ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Καὶ ἐπὶ τούτων εὔκαιρον εἰπεῖν· Συμφέρον ἦν αὐτοῖς, εἰ οὐκ ἐγεννήθησαν. Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον ἀναλῶσαι χρόνον ἐπὶ κακῶς τῆς ἑαυτῶν κεφαλῆς; Εἰ γὰρ εἰκῆ μόνον ἀνάλωτο, οὐκ ἂν ἤρκεσεν ἡ ζημία. Εἰπέ μοι, εἴ τις μισθωτὸς γενόμενος εἴκοσιν ἔτη κατακόπτοιτο εἰκῆ, οὐ κλαύσεται καὶ θρηνήσει, καὶ δόξει πάντων ἐλεεινότερος εἶναι; Καὶ οὗτος πᾶσαν τὴν ζωὴν εἰκῆ κατεκόπη, οὐδὲ μίαν ἡμέραν ἔζησεν ἑαυτῷ, ἀλλὰ τῇ τρυφῇ, τῇ ἀσελγείᾳ, τῇ πλεονεξίᾳ, τῇ ἁμαρτίᾳ, τῷ διαβόλῳ. Τοῦτον οὖν οὐ θρηνήσομεν; εἰπέ μοι· οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι; Ἔστι γὰρ, ἔστιν, ἐὰν θέλωμεν, κούφην αὐτῷ γενέσθαι τὴν κόλασιν. Ἂν οὖν εὐχὰς ὑπὲρ αὐτοῦ ποιῶμεν συνεχεῖς, ἂν ἐλεημοσύνην διδῶμεν· κἂν ἐκεῖνος ἀνάξιος ᾗ, ἡμᾶς ὁ Θεὸς δυσωπήσεται. Εἰ διὰ Παῦλον ἑτέρους διέσωσε, καὶ δι' ἄλλους ἄλλων φείδεται· πῶς οὐχὶ καὶ δι' ἡμᾶς τὸ αὐτὸ τοῦτο ἐργάσεται; Ἐκ τῶν ἐκείνου χρημάτων, ἐκ τῶν σῶν, ὅθεν ἂν θέλῃς, βοήθησον· ἐπίσταξον ἔλαιον, μᾶλλον δὲ ὕδωρ. Οὐκ ἔχει ἐλεημοσύνας οἰκείας ἐπιδείξασθαι; Κἂν συγγενικάς. Οὐκ ἔχει τὰς ὑπ' αὐτοῦ γεγενημένας; Κἂν τὰς ὑπὲρ αὐτοῦ. Οὕτω μετὰ παῤῥησίας αὐτὸν παραιτήσεται τότε ἡ γυνὴ, λῦτρον ὑπὲρ αὐτοῦ καταθεμένη. Ὅσῳ πλειόνων γέγονεν ἁμαρτημάτων ὑπεύθυνος, τοσούτῳ μειζόνως αὐτῷ δεῖ τῆς ἐλεημοσύνης. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι οὐδὲ ἴσην ἔχει τὴν ἰσχὺν νῦν, ἀλλ' ἐλάττω πολλῷ. Οὐ γάρ ἐστιν ἴσον, αὐτόν τινα ποιῆσαι, καὶ ἕτερον ὑπὲρ αὐτοῦ. Ὡς οὖν ἐλάττονος οὔσης, οὕτω τῷ πλήθει μεγίστην ποιῶμεν αὐτήν. Μὴ περὶ σήματα, μὴ περὶ ἐντάφια ἀσχολώμεθα. Περίστησον χήρας· τοῦτο ἐντάφιον μέγιστον. Εἰπὲ τοὔνομα· πάσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις, καὶ τὰς ἱκετηρίας· δυσωπήσει τοῦτο τὸν Θεὸν, εἰ καὶ μὴ ὑπ' αὐτοῦ, ἀλλὰ δι' αὐτὸν ἕτερος αἴτιος γίνεται τῆς ἐλεημοσύνης. Καὶ τοῦτο δόγμα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐστί. Χῆραι περιεστῶσαι καὶ δακρύουσαι, οὐχὶ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος δύνανται ἐξαρπάσαι θανάτου. Πολλοὶ καὶ ἐκ τῶν ὑφ' ἑτέρων δι' αὐτοὺς γεγενημένων ἐλεημοσυνῶν ἀπώναντο. Εἰ γὰρ καὶ μὴ τέλεον, ἀλλ' ὅμως παραμυθίαν εὗρόν τινα· ἐπεὶ, εἰ μὴ τοῦτό ἐστι, πῶς τὰ παιδία σώζεται; καίτοι γε ἐκεῖ οὐδὲν αὐτὰ εἰσφέρει, ἀλλ' οἱ γονεῖς τὸ πᾶν· καὶ γυναιξὶν ἐχαρίσθη παιδία πολλάκις, οὐδὲν αὐτὰ εἰσενεγκόντα. Πολλὰς ἡμῖν ὁ Θεὸς τοῦ σώζεσθαι δέδωκεν ὁδοὺς, μόνον μὴ ἀμελῶμεν. 60.170 εʹ. Τί οὖν, ἄν τις πένης ᾖ, φησί; Πάλιν ἐρῶ, τὸ πολὺ τῆς ἐλεημοσύνης οὐκ ἐκ τῶν διδομένων κρίνεται μόνον, ἀλλὰ καὶ ἐκ τῆς προαιρέσεως. Μόνον μὴ δῷς ἔλαττον τῆς δυνάμεως, καὶ τὸ πᾶν ἐξέτισας. Τί οὖν, φησὶ, ἂν ἔρημος ᾖ