1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

125

αὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ, καὶ ἔμφοβος γενό μενος, εἶπε· Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.

αʹ. Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ ζῶν κατὰ τὸν νόμον, ἀλλ' ἤδη προειλήφει

τὴν ἡμετέραν πολιτείαν. Καὶ ὅρα δύο πιστεύοντας τέως, τόν τε εὐνοῦχον τὸν ἀπὸ τῆς Γάζης, καὶ τοῦτον, ἐν ἀξιώμασιν ὄντας ἀμφοτέρους καὶ πολλὴν ὑπὲρ τούτων γινομένην σπουδήν. Ἀλλὰ μὴ νομίσῃς, ὅτι διὰ τὰ ἀξιώματα. Οὐ διὰ ταῦτα, μὴ γένοιτο· ἀλλὰ διὰ τὴν εὐλάβειαν. ∆ιὰ γοῦν τοῦτο καὶ τὰ ἀξιώματα τέθειται, ἵνα μείζων ἡ εὐλάβεια δειχθῇ. Θαυμαστότερον καὶ γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ᾖ. Ἀλλὰ μέγα ἐκείνου ἐγκώμιον τὸ τοσαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ, μηδὲ καιροῦ τοιούτου ὄντος, ἐν ὁδῷ ἀναγινώσκειν, καὶ τὸ ἐπὶ ὀχήματος φερόμενον τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα· μέγα καὶ τούτου, τὸ ἐλεημοσύνας ποιεῖν καὶ εὐχὰς, καὶ εὐσεβῆ εἶναι ἐν ἀρχῇ τοιαύτῃ. ∆ιὸ καὶ ἀπὸ ταύτης τὸν ἄνδρα ποιεῖ γνώριμον· εἰκότως, ἵνα μή τις εἴπῃ, ὅτι ψεύδεται τῶν Γραφῶν ἡ ἱστορία. Ἐκ σπείρας, φησὶ, τῆς καλουμένης Ἰταλικῆς. Σπεῖρά ἐστιν, ὃ καλοῦμεν νυνὶ νούμερον. Εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ. Ταῦτα λέγει, ἵνα μὴ νομίσῃς, ὅτι διὰ τὸ ἀξίωμα τὰ κατ' αὐτὸν οὕτως οἰκονομεῖται. Ὅτε οὖν Παῦλον προσαχθῆναι ἔδει, οὐδαμοῦ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος φαίνεται· οὐδὲ πέμπει αὐτὸν πρὸς ἕνα τινὰ τῶν δώδεκα, ἀλλὰ πρὸς Ἀνανίαν. Ἐνταῦθα δὲ τοὐναντίον, τὸν κορυφαῖον ἄγει, ὡς Φίλιππον πρὸς τὸν εὐνοῦχον, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, καὶ διδάσκων, πῶς κεχρῆσθαι δεῖ τοῖς τοιούτοις· ἐπεὶ καὶ ὁ Χριστὸς αὐτὸς ἀπιὼν φαίνεται πολλάκις πρὸς τοὺς κακῶς πάσχοντας, καὶ δι' ἑαυτῶν προσιέναι μὴ δυναμένους. Θέα δέ μοι κἀνταῦθα πάλιν ἐλεημοσύνης ἄλλο ἐγκώμιον, ὥσπερ ἐκεῖ διὰ τῆς Ταβηθᾶς. Ἀνὴρ, φησὶν, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ. Ἀκούσωμεν, ὅσοι τῶν οἰκείων ἀμελοῦμεν. Οὗτος δὲ καὶ στρατιωτῶν ἐπεμελεῖτο, ποιῶν τε ἐλεημοσύνας παντὶ τῷ λαῷ. Οὕτω καὶ τὰ δόγματα καὶ ὁ βίος αὐτῷ διώρθωτο. Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡμέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. ∆ιὰ τί βλέπει τὸν ἄγγελον; Καὶ τοῦτο εἰς πληροφορίαν Πέτρου· μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τῶν ἄλλων τῶν ἀσθενεστέρων. Ἐνάτῃ δὲ ὥρᾳ, ὅτε φροντίδων ἠφίετο, καὶ ἐν ἡσυχίᾳ ἦν, ὅτε ἐν εὐχαῖς καὶ ἐν κατανύξει. Ἀτενίσας δὲ αὐτῷ καὶ ἔμφοβος γενόμενος, εἶπεν. Ὅρα τὸν ἄγγελον οὐκ εὐθέως λέγοντα, ἃ λέγει, ἀλλὰ πρότερον λύοντα τὸν φόβον, καὶ τὴν διάνοιαν αὐτοῦ μετεωρίζοντα. Καὶ γὰρ ἀπὸ τῆς ὄψεως φόβος ἐγένετο· ἀλλὰ φόβος σύμμετρος, ὅσον 60.172 ἐπιστρέψαι μόνον. Εἶτα τὰ ῥήματα τὸν φόβον ἔλυσε· μᾶλλον δὲ ὁ δι' αὐτῶν ἔπαινος τὸ τοῦ φόβου τραχὺ κατελέανεν. Ἄκουε δὲ καὶ οἷα τὰ ῥήματα· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Νῦν οὖν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος. Ἵνα μὴ ἐπ' ἄλλον ἔλθωσιν, οὐκ ἀπὸ τοῦ ἐπωνύμου μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τόπου δηλοῖ τὸν ἄνδρα. Καὶ αὐτός ἐστι ξενιζόμενος πρὸς Σίμωνά τινα βυρσέα, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. Εἶδες, πῶς τὰ ἀνακεχωρημένα τῶν πόλεων ἐδίωκον οἱ ἀπόστολοι, ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας; Τί οὖν, εἰ συνέβη καὶ ἄλλον εἶναι Σίμωνα καὶ βυρσέα; Ἀλλ' εἶχε καὶ ἄλλο σημεῖον, τὸ παρὰ θάλασσαν οἰκεῖν. Τὰ τρία οὐκ ἦν δυνατὸν συμπεσεῖν. Καὶ οὐκ εἶπε, διὰ τί, ἵνα μὴ ἐκλύσῃ αὐτόν· ἀλλὰ ἀφῆκεν, ὥστε ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι. Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος αὐτοῖς πάντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. Ὁρᾷς, ὅτι οὐχ