126
ἁπλῶς ταῦτα λέγει, ἀλλ' ὅτι καὶ οἱ προσκαρτεροῦντες αὐτῷ τοιοῦτοι ἦσαν, ἵνα δείξῃ; Καὶ ἐξηγησάμενος αὐτοῖς πάντα, φησίν. Ὅρα τὸ ἄτυφον. Οὐκ εἶπε· Καλέσατέ μοι Πέτρον· ἀλλ' ὥστε καὶ πεῖσαι, ἐξηγήσατο ἅπαντα· οὕτως οἰκονομίας ἦν. Οὐ γὰρ ἠξίου ἀπὸ τοῦ ἀξιώματος αὐτὸν μεταπέμψασθαι· διὰ τοῦτο ἐξηγεῖται λοιπόν. Τοσοῦτον ἦν μέτριος ὁ ἀνήρ· καίτοι οὐδὲν μέγα ἦν φαντασθῆναι περὶ ἀνδρὸς καταγομένου παρὰ βυρσεῖ. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. Ὅρα, πῶς τοὺς καιροὺς συνάγει τὸ Πνεῦμα, καὶ οὔτε θᾶττον, οὔτε βραδύτερον ποιεῖ τοῦτο γενέσθαι. Ἀνέβη, φησὶν, ὁ Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην· τουτέστι, κατ' ἰδίαν, καὶ ἐν ἡσυχίᾳ, ὡς ἂν ἐν ὑπερῴῳ. Ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι. Παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ' αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον. Τί ἐστιν ἔκστασις; Πνευματικὴ, φησὶ, θεωρία γέγονεν αὐτῷ· τοῦ σώματος, ὡς ἂν εἴποι τις, ἐξέστη ἡ ψυχή. Καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ' αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. βʹ. Τί ποτε τοῦτό ἐστι; Σύμβολον τῆς οἰκουμένης ἁπάσης τὸ πρᾶγμα γίνεται. Ὁ ἄνθρωπος ἀκρόβυστος ἦν, καὶ οὐδὲν κοινὸν εἶχε πρὸς Ἰουδαίους. Ἐπεὶ οὖν ἔμελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου, καὶ τοῦτο 60.173 πάνυ αὐτοῖς προσίστατο, ἀναγκαίως οἰκονομεῖται εἰπεῖν, Οὐδέποτε ἔφαγον· οὐχὶ αὐτὸς δεδοικὼς, μὴ γένοιτο, ἀλλ' ὑπὸ τοῦ Πνεύματος, ὡς ἔφην, οἰκονομούμενος, ἵν' ἔχῃ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι καὶ ἀντεῖπεν· πάνυ γὰρ αὐτοῖς ἔμελε τοῦ τὸν νόμον φυλάττεσθαι. Εἰς ἔθνη ἐπέμπετο. Ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορῶσιν, ὡς ἔφθην εἰπὼν, ταῦτα οἰκονομεῖται· ἢ καὶ ἵνα μὴ δόξῃ φαντασία τις εἶναι, εἶπε, Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Ἐγένετο δὲ φωνὴ πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δοκεῖ μὲν πρὸς αὐτὸν λέγεσθαι· τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται. Εἰ γὰρ ὁ διδάσκαλος ἐπιτιμᾶται, πολλῷ μᾶλλον οὗτοι. Ἡ οὖν σινδὼν, τοῦτό ἐστιν ἡ γῆ· τὰ δὲ ἐν αὐτῇ θηρία, οἱ ἐξ ἐθνῶν· τὸ δὲ, Θῦσον καὶ φάγε, ὅτι κἀκείνοις δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι, τὸ βάπτισμα δηλοῖ. Μηδαμῶς, Κύριε, οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Καὶ διὰ τί, φησὶν, ἀντεῖπεν; Ἵνα μή τις εἴπῃ, ὅτι ἐπείραζεν ὁ Θεὸς αὐτὸν, ὥσπερ ἐπὶ τοῦ Ἀβραὰμ, ὅτε ἐκελεύετο τὸν υἱὸν θυσίαν ἀνενεγκεῖν· ὡς ἐπὶ τοῦ Φιλίππου, ὅτε, Πόσους ἄρτους ἔχετε; ὑπὸ τοῦ Χριστοῦ ἠρωτήθη· οὐχ ἵνα μάθῃ, ἀλλὰ πειράζων αὐτόν. Καὶ μὴν ἐν τῷ νόμῳ περὶ καθαρῶν καὶ ἀκαθάρτων διεστείλατο Μωϋσῆς τῶν τε ἐν γῇ τῶν τε ἐν θαλάσσῃ· καὶ ὅμως οὐδὲ οὕτως ᾔδει. Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραμα, ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες, ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. Θαμβουμένῳ καθ' ἑαυτὸν καὶ διαποροῦντι τῷ Πέτρῳ, ἔρχονται οἱ ἄνδρες εὐκαίρως τὴν ἀπορίαν λύοντες· ἐπεὶ καὶ τὸν Ἰωσὴφ πρότερον εἴασε θορυβηθῆναι, καὶ τότε τὸν ἀρχάγγελον πέμπει. Εὐκόλως γὰρ ἡ ψυχὴ δέχεται τὴν λύσιν, πρότερον ἐν ἀπορίᾳ γενομένη. Οὔτε οὖν ἐπὶ πολὺ γίνεται αὐτῷ τὰ τῆς ἀπορίας, οὔτε πρὸ τούτου, ἀλλὰ περὶ τὸν καιρὸν τοῦ ἀρίστου. Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες ζητοῦσί σε. Ἀλλὰ ἀναστὰς, κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Καὶ πάλιν τοῦτο ἀπολογία Πέτρου πρὸς τοὺς μαθητὰς, ἵνα μάθωσιν, ὅτι καὶ διεκρίθη, καὶ