128
αἰτίαν πυνθάνεται τῆς ἀφίξεως, ἵνα μὴ νομισθῇ διὰ τοῦτο πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι. Καὶ πυνθάνεται, ἵνα, ἂν μὲν εὐθέως κατεπείγῃ, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ. Τίνος δὲ ἕνεκεν ἐκεῖνοι λέγουσι, 60.175 Μεταπέμπεταί σε εἰς τὸν οἶκον αὐτοῦ; Ὅτι τοῦτο αὐτοῖς ἐκέλευσε. Τάχα δὲ καὶ ὡς ἀπολογούμενοι ὑπὲρ αὐτοῦ μονονουχὶ λέγουσι· Μηδὲν καταγνῷς· οὐχ ὡς καταφρονῶν ἔπεμψεν, ἀλλ' ἐκελεύσθη οὕτως. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, φησὶ, προσκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ, καὶ τοὺς ἀναγκαίους φίλους. Εἰκότως· οὐ γὰρ δίκαιον ἦν καὶ τοὺς συγγενεῖς καὶ τοὺς φίλους μὴ συνεπάγεσθαι· ἄλλως δὲ καὶ ἐκεῖ παρόντες μᾶλλον αὐτοῦ ἤκουσαν ἄν. Εἴδετε, πόση τῆς ἐλεημοσύνης ἡ δύναμις, καὶ ἐν τῇ προτέρᾳ διαλέξει καὶ ἐνταῦθα; Ἐκείνη θανάτου ἀπήλλαξε τοῦ προσκαίρου, αὕτη τοῦ αἰωνίου· αὕτη καὶ θύρας ἀνέῳξεν οὐρανοῦ. Ὅρα δὲ, πῶς περὶ πολλοῦ γεγένηται τὸ πιστεῦσαι Κορνήλιον, ὡς καὶ ἄγγελον πεμφθῆναι, καὶ Πνεῦμα ἐνεργῆσαι, καὶ τὸν κορυφαῖον μεταπεμφθῆναι τῶν ἀποστόλων, καὶ ὄψιν φανῆναι τοιαύτην, καὶ μηδὲν ὅλως ἐλλειφθῆναι. Πόσοι ἦσαν ἑκατόνταρχοι, καὶ χιλίαρχοι, καὶ βασιλεῖς, καὶ οὐδεὶς τούτων ἐπέτυχεν ὧν οὗτος; Ἀκούσατε πάντες, ὅσοι ἐν στρατείαις ἐστὲ, ὅσοι βασιλεῦσι παρεστήκατε. Εὐσεβὴς ἦν, φησὶ, καὶ φοβούμενος τὸν Θεόν· καὶ τὸ μεῖζον, ὅτι τοιοῦτος ἦν Μετὰ παντὸς τοῦ οἴκου αὐτοῦ. Οὕτως ἦν συγκεκροτημένος πρὸς τοῦτο καὶ διακείμενος, ὡς μὴ μόνον εὖ τίθεσθαι τὰ οἰκεῖα, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκετείας τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐ γὰρ ὡς ἡμεῖς, οἳ, ὅπως μὲν ἡμῖν φοβεροὶ οἱ ὑπηρετοῦντες ἔσονται, πάντα ποιοῦμεν, ὅπως δὲ εὐλαβεῖς, οὐκέτι. Ἀλλ' οὗτος οὐχ οὕτως, ἀλλὰ μετὰ τῆς οἰκίας ἁπάσης τὸν Θεὸν ἐφοβεῖτο, οὐ μόνον ὥσπερ κοινὸς πατὴρ πάντων τῶν μετ' αὐτοῦ ὢν, ἀλλὰ καὶ τῶν ὑπ' αὐτὸν στρατιωτῶν. Ἄκουε δὲ καὶ τί φασιν ἕτερον· ἀναγκαίως γὰρ προστέθειται τὸ, Μαρτυρούμενος ὑπὸ ὅλου τοῦ ἔθνους· ἵνα μηδεὶς εἴπῃ· Τί γὰρ, εἰ ἀκρόβυστος ἦν; Καὶ ἐκεῖνοι, φησὶ, μαρτυροῦσιν αὐτῷ. Ἄρα οὐδὲν ἐλεημοσύνης ἴσον· μᾶλλον δὲ οὕτω μεγάλη τοῦ πράγματος ἡ ἰσχὺς, ὅταν ἐκ καθαρῶν προχέηται ταμείων, ὡς τά γε προχεόμενα ἐξ ἀδίκων βόρβορον ἔοικεν ἀφιείσῃ πηγῇ· τὰ δὲ ἐκ δικαίων κερδῶν, καθάπερ νᾶμα διειδές τε καὶ καθαρὸν ἐν παραδείσῳ, ἡδὺ μὲν ἰδεῖν, ἡδὺ δὲ ἅψασθαι, κοῦφόν τε καὶ ψυχρὸν ἐν μεσημβρίᾳ διδόμενον. Οὕτως ἐστὶν ἡ ἐλεημοσύνη. Παρὰ ταύτην τὴν πηγὴν οὐκ αἴγειροι καὶ πεῦκαι, οὐδὲ κυπάρισσοι, ἀλλ' ἕτερα τούτων πολλῷ βελτίω φυτὰ εὐμήκη εἰσί· φιλία Θεοῦ, ἔπαινος ἀνθρώπων, δόξα ἡ εἰς Θεὸν, εὔνοια παρὰ πάντων, ἁμαρτημάτων ἀφανισμὸς, παῤῥησία πολλὴ, χρημάτων ὑπεροψία, ἐλεημοσύνη, δι' ἧς τῆς ἀγάπης τὸ φυτὸν τρέφεται. Οὐδὲν γὰρ οὕτως ἀγάπην τρέφειν εἴωθεν, ὡς τὸ ἐλεήμονα εἶναί τινα. Αὕτη τοὺς κλάδους εἰς ὕψος αἴρεσθαι ποιεῖ· αὕτη βελτίων ἡ πηγὴ τῆς ἐν τῷ παραδείσῳ, οὐκ εἰς τέσσαρας ἀρχὰς διαιρο[υ]μένη, ἀλλ' εἰς τὸν οὐρανὸν αὐτὸν ἀφικνουμένη· αὕτη τίκτει τὸν ποταμὸν ἐκεῖνον τὸν ἁλλόμενον εἰς ζωὴν αἰώνιον· εἰς ταύτην θάνατος ἐμπεσὼν, καθάπερ σπινθὴρ ἀναλίσκεται ἀπὸ τῆς πηγῆς· οὕτως, ὅπουπερ ἂν ἐπιστάξῃ, μεγάλα ἐργάζεται ἀγαθά. Αὕτη τοῦ πυρὸς τὸν ποταμὸν σβέννυσιν ὡς σπινθῆρα· αὕτη τὸν σκώληκα οὕτως ἀποπνίγει, ὡς οὐδέν. Ὁ ταύτην ἔχων, οὐ βρύχει τοὺς ὀδόντας. Ἀπὸ τοῦ ὕδατος ταύτης ἂν ἐπιστάξῃ εἰς τὰ δεσμὰ, διαιρεῖ αὐτά· κἂν εἰς τὰς καμίνους ἐμπέσῃ, πάσας σβέννυσιν. δʹ. Ὥσπερ οὖν ἡ ἐν παραδείσῳ πηγὴ οὐ νῦν μὲν προχέει νάματα, νῦν δὲ ξηραίνεται (ἐπεὶ οὐκ ἂν εἴη λοιπὸν πηγὴ), ἀλλ' ἀεὶ ἀναβλύζει· οὕτω καὶ ἡ ἡμετέρα 60.176 ἀεὶ δαψιλέστερον προχείτω τὸ νᾶμα πρὸς τοὺς μάλιστα ἐπιδεομένους ἐλέους, ἵνα μένῃ πηγή. Τοῦτο ἱλαρὸν ποιεῖ τὸν λαμβάνοντα· τοῦτο ἐλεημοσύνη, μὴ σφοδρὸν μόνον προχεῖσθαι τὸ νᾶμα, ἀλλὰ καὶ διηνεκές. Εἰ βούλει, ὥσπερ ἐκ πηγῶν σοι ἐπομβρεῖν τοῦ Θεοῦ τὸν ἔλεον, καὶ σὺ πηγὴν ἔχε. Οὐδὲν ταύτης ἴσον. Ἂν σὺ ταύτης τῆς πηγῆς ἀνοίξῃς τὰ στόματα, τῆς πηγῆς τοῦ Θεοῦ τοιαῦτα ἔσται τὰ στόματα, ὥστε πᾶσαν ἄβυσσον νικῆσαι. Ἀφορμὴν ζητεῖ μόνον παρ' ἡμῶν λαβεῖν ὁ Θεὸς, καὶ