1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

129

προχεῖται ἐκ τῶν ταμείων αὐτοῦ τὰ ἀγαθά. Ὅταν ἀναλίσκῃ, ὅταν δαπανᾷ, τότε πλουτεῖ, τότε εὐπορεῖ. Μέγα ἐκείνης τὸ στόμα τῆς πηγῆς· καθαρὸν τὸ αὐτῆς νᾶμα καὶ διειδές. Ἂν μὴ ταύτην ἀποφράξῃς, οὐδὲ ἐκείνην. Μηδὲν ἄκαρπον στηκέτω παρ' αὐτὴν δένδρον, ἵνα μὴ τὴν νοτίδα αὐτῆς καταναλώσῃ. Ἔχεις χρήματα; Μὴ φύτευε αἰγείρους ἐκεῖ· τοιοῦτον γὰρ ἡ τρυφή· πολλὰ ἀναλίσκει, καὶ οὐδὲν δείκνυσιν ἐν ἑαυτῇ, ἀλλὰ ἀπόλλυσι τὸν καρπόν. Μὴ φυτεύσῃς πεύκην, μὴ πίτυν, μηδὲ ἄλλο τι τῶν τοιούτων τῶν ἀναλισκόντων μὲν, οὐδαμοῦ δὲ χρησίμων· τοιοῦτο γὰρ ἡ τῶν ἱματίων τρυφὴ, ἰδεῖν μόνον καλὸν, οὐδαμοῦ δὲ χρήσιμον. Ἀναδενδράδων πλήρωσον· πάντα τὰ κάρπιμα φύτευσον ἐν ταῖς τῶν πενήτων χερσὶν, ἅπερ ἂν θέλῃς. Οὐδὲν ταύτης λιπαρώτερον τῆς γῆς· καίτοι μικρόν ἐστι τὸ διάστημα τῆς χειρὸς, ἀλλ' ὅμως πρὸς αὐτὸν φθάνει τὸν οὐρανὸν τὸ φυτευόμενον δένδρον, καὶ βέβαιον ἕστηκε. Τοῦτό ἐστι φυτεῦσαι. Τὸ μὲν γὰρ φυτευόμενον ἐν τῇ γῇ, κἂν μὴ νῦν, μετὰ ἑκατὸν ἔτη ἀπολεῖται. Τί φυτεύεις δένδρα, ὧν οὐκ ἀπολαύσῃ, ἀλλὰ πρὶν ἢ ἀπολαύσεις, ὁ θάνατος ἐπελθὼν προαρπάζει σε; Τοῦτο τὸ δένδρον, ὅταν ἀποθάνῃς, τότε σοι δίδωσι τὸν καρπόν. Εἰ φυτεύεις, μὴ ἐν τῇ τῆς γαστριμαργίας φυτεύσῃς κοιλίᾳ, ἵνα μὴ εἰς ἀφεδρῶνα ὁ καρπὸς ἐκβῇ· ἀλλὰ φύτευσον ἐν τεθλιμμένῃ νηδύϊ, ἵνα πηδήσῃ πρὸς τὸν οὐρανὸν ὁ καρπός. Ἀνάπαυσον τὴν στενοχωρουμένην ψυχὴν τὴν τοῦ πένητος, ἵνα μὴ τὴν εὐρύχωρον θλίψῃς τὴν σήν. Οὐχ ὁρᾷς, ὅτι τὰ ποτιζόμενα τῶν δένδρων ἀμέτρως, ἀπὸ τῆς ῥίζης σήπεται· τὰ δὲ μετὰ συμμετρίας, αὔξεται; Οὕτω δὴ καὶ σὺ μὴ τὴν σαυτοῦ ποτίσῃς ἀμέτρως γαστέρα, ἵνα μὴ σαπῇ ἡ ῥίζα τοῦ δένδρου· πότισον τὴν διψῶσαν, ἵνα καρπὸν ἐνέγκῃ. Τὰ συμμέτρως ποτιζόμενα οὐ σήπει ὁ ἥλιος, τὰ δὲ ἀμέτρως, σήπει· τοιαύτη γὰρ ἡ τοῦ ἡλίου φύσις. Πανταχοῦ ἡ ἀμετρία κακόν· διὸ περικόψωμεν αὐτὴν, ἵνα καὶ ἡμεῖς τύχωμεν ὧν αἰτοῦμεν. Ἐν τοῖς ὑψηλοτάτοις χωρίοις αἱ πηγαὶ λέγονται τίκτεσθαι. Οὐκοῦν γενώμεθα ὑψηλοὶ καὶ ἡμεῖς τὴν ψυχὴν, καὶ ταχέως ἡ ἐλεημοσύνη ῥεύσει· οὐ γὰρ ἔστι τὴν ὑψηλὴν ψυχὴν μὴ καὶ ἐλεήμονα εἶναι, καὶ τὴν ἐλεήμονα μὴ καὶ ὑψηλήν. Ὁ γοῦν χρημάτων ὑπερορῶν, τῆς ῥίζης ἀνώτερός ἐστι τῶν κακῶν. Αἱ πηγαὶ ἐν ἐρημίαις εἰσὶν ὡς τὰ πολλά· καὶ ἡμεῖς τὴν ψυχὴν τῆς πολυοχλίας ἐξαγάγωμεν, καὶ πηγάσει παρ' ἡμῖν ἡ ἐλεημοσύνη. Αἱ πηγαὶ, ὅσῳ ἂν καθαίρωνται, ἀφθονώτεραι γίνονται· οὕτω δὴ καὶ ἡμεῖς, ὅσῳ ἂν ἀναλώσωμεν, τοσούτῳ βλαστάνει τὰ καλά. Ὁ πηγὴν ἔχων, οὐ δέδοικεν· ἂν τοίνυν καὶ ἡμεῖς ἔχωμεν τὴν ἐλεημοσύνην πηγὴν, οὐ φοβηθησόμεθα. Καὶ γὰρ πρὸς ποτὸν, πρὸς ἀρδείαν, πρὸς οἰκοδομὴν, πρὸς πάντα ἡμῖν χρήσιμος αὕτη ἡ πηγή. Οὐδὲν τοῦ πόματος τούτου βέλτιον· οὐκ οἶδεν αὕτη μέθην ἐργάσασθαι· βέλτιον τοιαύτην ἔχειν πηγὴν, ἢ χρυσοῦ πηγὰς ἐπιῤῥεῖν. Πάσης χρυσίτιδος γῆς βελτίων ἡ τοῦτον φέρουσα τὸν χρυσὸν ψυχή. Οὐ γὰρ εἰς ταῦτα τὰ βασίλεια, ἀλλὰ τὰ ἄνω ἡμῖν συνεκχωρεῖ. Ὁ χρυσὸς, κόσμος γίνεται τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· ἀπὸ τούτου τοῦ χρυσοῦ ἡ μάχαιρα 60.177 κατασκευάζεται τοῦ Πνεύματος, ἡ μάχαιρα δι' ἧς ὁ δράκων ἀποτέμνεται. Ἀπὸ ταύτης τῆς πηγῆς οἱ λίθοι προέρχονται οἱ τίμιοι, οἱ περὶ τὴν κεφαλὴν τοῦ βασιλέως. Μὴ δὴ ἀμελῶμεν τοσούτου πλούτου, ἀλλ' εἰσφέρωμεν 60.178 τὴν ἐλεημοσύνην μετὰ δαψιλείας, ἵνα τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.177 ΟΜΙΛΙΑ ΚΓʹ. Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος

τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.